previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22]

Ὡς δὲ ταῦτα ποιούντων τῶν Ἰσραηλιτῶν οὐκ ἐπεξῄεσαν οἱ Χαναναῖοι τειχήρεις δ᾽ ἡσύχαζον, πολιορκεῖν αὐτοὺς Ἰησοῦς ἔγνω. καὶ τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες, περὶ δ᾽ αὐτὴν ἐν κύκλῳ μέρος τι τῶν ὁπλιτῶν φυλάττον ἦν, [23] οἳ καὶ προῄεσαν ἑπτὰ κέρασιν αὐτῶν σαλπίζοντες παρεκάλουν τὸν στρατὸν εἰς ἀλκὴν, περιώδευόν τε τὸ τεῖχος ἑπομένης τῆς γερουσίας, καὶ σαλπισάντων μόνον τῶν ἱερέων, τούτου γὰρ οὐδὲν ἐποίησαν περισσότερον, ἀνέζευξαν εἰς τὸ στρατόπεδον. [24] καὶ τοῦτο ἐπὶ ἡμέρας ἓξ ποιησάντων τῇ ἑβδόμῃ τὸ ὁπλιτικὸν Ἰησοῦς συναγαγὼν καὶ τὸν λαὸν ἅπαντα τὴν ἅλωσιν αὐτοῖς τῆς πόλεως εὐηγγελίζετο, ὡς κατ᾽ ἐκείνην τὴν ἡμέραν αὐτοῖς τοῦ θεοῦ ταύτην παρέξοντος αὐτομάτως καὶ δίχα τοῦ πόνου τοῦ σφετέρου τῶν τειχῶν κατενεχθησομένων. [25] κτείνειν μέντοι πάνθ᾽ ὁντινοῦν εἰ λάβοιεν παρεκελεύετο καὶ μήτε κάμνοντας ἀποστῆναι τοῦ φόνου τῶν πολεμίων, μήτ᾽ ἐλέῳ παραχωρήσαντας μήτε περὶ ἁρπαγὴν γινομένους περιορᾶν φεύγοντας τοὺς ἐχθρούς: [26] ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δ᾽ ἂν ἄργυρος καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας: σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: