previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[104]

Ταῦθ᾽ εὑρὼν ἐν τοῖς ὑπομνήμασιν τοῖς Κύρου Δαρεῖος ἀντιγράφει τῷ Σισίννῃ καὶ τοῖς ἑταίροις αὐτοῦ τάδε λέγων: ‘βασιλεὺς Δαρεῖος Σισίννῃ τῷ ἐπάρχῳ καὶ Σαραβαζάνῃ καὶ τοῖς ἑταίροις αὐτῶν χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ὑμῖν ἧς ἐν τοῖς ὑπομνήμασιν εὗρον τοῖς Κύρου ἀπέσταλκα καὶ βούλομαι γίνεσθαι πάντα, καθὼς ἐν αὐτῇ περιέχει. ἔρρωσθε.’ [105] μαθόντες οὖν ἐκ τῆς ἐπιστολῆς Σισίννης καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ βασιλέως προαίρεσιν ταύτῃ τὰ λοιπὰ ἀκόλουθα ποιεῖν διέγνωσαν. ἐπεστάτουν οὖν τῶν ἱερῶν ἔργων συλλαμβανόμενοι τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ τῶν γερόντων ἄρχουσιν. [106] καὶ ἠνύετο κατὰ πολλὴν σπουδὴν κατασκευὴ τοῦ ναοῦ προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου κατὰ πρόσταγμα τοῦ θεοῦ καὶ μετὰ βουλήσεως Κύρου τε καὶ Δαρείου τῶν βασιλέων, ᾠκοδομήθη δὲ ἐν ἔτεσιν ἑπτά. [107] τοῦ δ᾽ ἐνάτου τῆς Δαρείου βασιλείας ἔτους εἰκάδι καὶ τρίτῃ μηνὸς δωδεκάτου, ὃς καλεῖται παρὰ μὲν ἡμῖν Ἄδαρ παρὰ δὲ Μακεδόσιν Δύστρος, προσφέρουσιν θυσίας οἵ τε ἱερεῖς καὶ Λευῖται καὶ τὸ ἄλλο τῶν Ἰσραηλιτῶν πλῆθος ἀνανεωτικὰς τῶν πρότερον ἀγαθῶν μετὰ τὴν αἰχμαλωσίαν τοῦ τὸ ἱερὸν ἀνακαινισθὲν ἀπειληφέναι ταύρους ἑκατὸν κριοὺς διακοσίους ἄρνας τετρακοσίους χιμάρους δώδεκα κατὰ φυλήν, τοσαῦται γάρ εἰσιν αἱ τῶν Ἰσραηλιτῶν φυλαί, ὑπὲρ ὧν ἥμαρτεν ἑκάστη. [108] ἔστησάν τε κατὰ τοὺς Μωυσέως νόμους οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται θυρωροὺς ἐφ᾽ ἑκάστου πυλῶνος: ᾠκοδομήκεσαν γὰρ οἱ Ἰουδαῖοι καὶ τὰς ἐν κύκλῳ τοῦ ναοῦ στοὰς τοῦ ἔνδοθεν ἱεροῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: