previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[88]

Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας: οὐ μὴν ἀλλὰ πρὸς τούτοις Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος: [89] τραπεζῶν τε πλῆθος ἀνέθηκεν βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφ᾽ ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ, καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφ᾽ ὧν ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ τετρακισμύρια. [90] καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν, ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθ᾽ ἡμέραν ἀκολούθως τῷ νόμῳ, καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς λυχνίας: ταύτην γὰρ κατὰ νότον ἔστησεν, δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο. ταῦτα πάντα εἶχεν τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ ἀδύτου: ἐν τούτῳ δὲ κιβωτὸς ἔμελλε κεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: