previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[130]

Οἱ δὲ Χάμου παῖδες τὴν ἀπὸ Συρίας καὶ Ἀμάνου καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο καταλαβόντες καὶ τὰ μέχρι τοῦ ὠκεανοῦ ἐξιδιωσάμενοι: αἱ μέντοι προσηγορίαι τῶν μὲν καὶ παντελῶς ἐξίτηλοι γεγόνασιν, ἐνίων δὲ μεταβαλοῦσαι καὶ μεταρρυθμισθεῖσαι πρὸς ἑτέρας δύσγνωστοι τυγχάνουσιν, ὀλίγοι δὲ οἱ φυλάξαντες ἀκεραίους τὰς προσηγορίας ὑπάρχουσι. [131] τεσσάρων γὰρ Χάμου παίδων γενομένων Χουσαῖον μὲν οὐδὲν ἔβλαψεν χρόνος: Αἰθίοπες γὰρ ὧν ἦρξεν ἔτι καὶ νῦν ὑπὸ ἑαυτῶν τε καὶ τῶν ἐν τῇ Ἀσίᾳ πάντων Χουσαῖοι καλοῦνται. [132] ἐτηρήθη δὲ καὶ Μερσαίοις κατὰ τὴν προσηγορίαν μνήμη: τὴν γὰρ Αἴγυπτον Μέρσην καὶ Μερσαίους τοὺς Αἰγυπτίους ἅπαντες οἱ ταύτῃ καλοῦμεν. ἔκτισε δὲ καὶ Φούδης τὴν Λιβύην Φούτους ἀπ᾽ αὐτοῦ καλέσας τοὺς ἐπιχωρίους. [133] ἔστι δὲ καὶ ποταμὸς ἐν τῇ Μαύρων χώρᾳ τοῦτο ἔχων τὸ ὄνομα, ὅθεν καὶ τοὺς πλείστους τῶν Ἑλληνικῶν ἱστοριογράφων ἔστιν ἰδεῖν μεμνημένους τοῦ ποταμοῦ καὶ τῆς παρακειμένης αὐτῷ χώρας Φούτης λεγομένης. μετέβαλε δὲ νῦν αὐτῇ ἐστιν ὄνομα ἀπὸ τῶν Μεσράμου υἱῶν Λίβυος λεγομένου: μετ᾽ οὐ πολὺ δ᾽ ἐροῦμεν τὴν αἰτίαν, δι᾽ ἣν αὐτὴν καὶ Ἀφρικὴν προσαγορεύεσθαι συμβέβηκε. [134] Χαναναῖος δὲ τέταρτος ὢν Χάμου παῖς τὴν νῦν Ἰουδαίαν καλουμένην οἰκίσας ἀπ᾽ αὐτοῦ Χαναναίαν προσηγόρευσεν. γίνονται δὲ παῖδες ἐξ αὐτῶν Χούσου μὲν ἕξ, ὧν Σάβας μὲν Σαβαίους, Εὐίλας δὲ Εὐιλαίους ἔκτισεν, οἳ νῦν Γαιτοῦλοι λέγονται, Σαβάθης δὲ Σαβαθηνούς, ὀνομάζονται δὲ Ἀστάβαροι παρ᾽ Ἕλλησιν: [135] οἰκίζει δὲ καὶ Σαβάκτας Σαβακτηνούς: Ῥάμος δὲ Ῥαμαίους ᾤκισε καὶ δύο παῖδας ἔσχεν, ὧν Ἰουδάδας μὲν Ἰουδαδαίους Αἰθιοπικὸν ἔθνος τῶν ἑσπερίων οἰκίσας ἐπωνύμους αὐτῷ κατέλιπε, Σαβαίους δὲ Σαβαῖος: Ναβρώδης δὲ Χούσου υἱὸς ὑπομείνας παρὰ Βαβυλωνίοις ἐτυράννησεν, ὡς καὶ πρότερόν μοι δεδήλωται. [136] τῶν δὲ Μεσραίου παίδων ὀκτὼ γενομένων οἱ πάντες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου γῆν κατέσχον, μόνου δὲ Φυλιστίνου τὴν ἐπωνυμίαν χώρα διεφύλαξε: Παλαιστίνην γὰρ οἱ Ἕλληνες αὐτοῦ τὴν μοῖραν καλοῦσι. [137] τῶν δὲ ἄλλων, Λουμαίου καὶ Ἀναμία καὶ Λαβίμου τοῦ μόνου κατοικήσαντος ἐν Λιβύῃ καὶ ὧδε τὴν χώραν ἀπ᾽ αὐτοῦ καλέσαντος, Νεδέμου τε καὶ Πεθρωσίμου καὶ Χεσλοίμου καὶ Χεφθώμου πέρα τῶν ὀνομάτων οὐδὲν ἴσμεν: γὰρ Αἰθιοπικὸς πόλεμος, περὶ οὗ δηλώσομεν ὕστερον, ἀναστάτους αὐτῶν τὰς πόλεις ἐποίησεν. [138] ἐγένοντο δὲ καὶ Χαναναίου παῖδες, Σιδώνιος, ὃς καὶ πόλιν ἐπώνυμον ἔκτισεν ἐν τῇ Φοινίκῃ, Σιδὼν δ᾽ ὑφ᾽ Ἑλλήνων καλεῖται: Ἀμαθοῦς δὲ Ἀμάθουν κατῴκισεν, ἥτις ἔστι καὶ νῦν ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀμάθη καλουμένη, Μακεδόνες δ᾽ αὐτὴν Ἐπιφάνειαν ἀφ᾽ ἑνὸς τῶν ἐπιγόνων ἐπωνόμασαν: Ἀρουδαῖος δὲ Ἄραδον τὴν νῆσον ἔσχεν: Ἀρουκαῖος δὲ Ἄρκην τὴν ἐν τῷ Λιβάνῳ. [139] τῶν δὲ ἄλλων ἑπτά, Εὐαίου Χετταίου Ἰεβουσαίου Ἀμορραίου Γεργεσαίου Σειναίου Σαμαραίου, πλὴν τῶν ὀνομάτων ἐν ταῖς ἱεραῖς βίβλοις οὐδὲν ἔχομεν: Ἑβραῖοι γὰρ αὐτῶν ἀνέστησαν τὰς πόλεις ἐκ τοιαύτης αἰτίας ἐν συμφορᾷ γενομένας:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), A´RADUS
    • Dictionary of Greek and Roman Geography (1854), ARCA
    • Dictionary of Greek and Roman Geography (1854), SIDON
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: