previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11]

Εἰς τοῦτο δὲ προύβη τὸ μανικὸν αὐτῷ, ὥστε δὴ καὶ θυγατρὸς αὐτῷ γενομένης ἀνακομίσας ἐπὶ τὸ Καπετώλιον ἐπὶ τοῖς γόνασι κατατίθεται τοῦ ἀγάλματος, κοινὸν αὐτῷ τε καὶ τῷ Διὶ γεγονέναι τὸ τέκνον καὶ δύο χειροτονεῖν αὐτῆς πατέρας, ὁπότερον μείζονα φάμενος ἐν μέσῳ τε καταλιμπάνειν. [12] καὶ τάδε ἠνείχοντο πράσσοντα αὐτὸν οἱ ἄνθρωποι. ἐπεχείρησε δὲ καὶ τοῖς οἰκέταις κατηγορίας ποιεῖσθαι τῶν δεσποτῶν ἐφ᾽ οἷστισιν ἐθελήσειαν ἐγκλήμασιν: δεινὰ γὰρ πάντα ἦν, ὁπόσα μέλλοι λέγεσθαι, διὰ τὸ χάριτί τε καὶ ὑπαγορεύσει τῇ ἐκείνου τὰ πολλὰ γίνεσθαι, [13] ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπ᾽ ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν. [14] οὐ μὴν ἐξεγένετό γε αὐτῷ. ἀναπεπληρωκότι δὲ αὐτῷ συκοφαντιῶν καὶ κακῶν πᾶσαν τὴν οἰκουμένην, ἧς ἐπῆρχεν, καὶ πολλὴν τὴν δουλοκρατίαν ἐπῃρμένου τοῖς δεσπόταις ἐπιβουλαὶ τὰ πολλὰ ἤδη συνίσταντο, τῶν μὲν ἐπ᾽ ἀμύνῃ ὧν πάθοιεν ὀργὴν ποιουμένων, τῶν δὲ πρὶν ἐμπεσόντες κακῶν τυχεῖν μεγάλων τιθεμένων τὸ μεταχειρίσασθαι τὸν ἄνθρωπον. [15] ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι δὲ δι᾽ ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν, [16] ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: