previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236]

Ἦν δέ τις ἐν τῇ πόλει πρεσβύτης πονηρὸς ψευδοπροφήτης, ὃν εἶχεν ἐν τιμῇ Ἱεροβόαμος ἀπατώμενος ὑπ᾽ αὐτοῦ τὰ πρὸς ἡδονὴν λέγοντος. οὗτος τότε μὲν κλινήρης ἦν διὰ τὴν ἀπὸ τοῦ γήρως ἀσθένειαν, τῶν δὲ παίδων αὐτῷ δηλωσάντων τὰ περὶ τοῦ παρόντος ἐξ Ἱεροσολύμων προφήτου καὶ τῶν σημείων τῶν γενομένων, [237] καὶ ὡς παρεθεῖσαν αὐτῷ τὴν δεξιὰν Ἱεροβόαμος εὐξαμένου πάλιν ἐκείνου ζῶσαν ἀπολάβοι, δείσας μὴ παρευδοκιμήσειεν αὐτὸν ξένος παρὰ τῷ βασιλεῖ καὶ πλείονος ἀπολαύοι τιμῆς προσέταξε τοῖς παισὶν εὐθὺς ἐπιστρώσασι τὸν ὄνον ἕτοιμον πρὸς ἔξοδον αὐτῷ παρασκευάσαι. [238] τῶν δὲ σπευσάντων προσετάγησαν ἐπιβὰς ἐδίωξε τὸν προφήτην καὶ καταλαβὼν ἀναπαυόμενον ὑπὸ δένδρῳ δασεῖ καὶ σκιὰν ἔχοντι δρυὸς εὐμεγέθους ἠσπάσατο πρῶτον, εἶτ᾽ ἐμέμφετο μὴ παρ᾽ αὐτὸν εἰσελθόντα καὶ ξενίων μεταλαβόντα. [239] τοῦ δὲ φήσαντος κεκωλῦσθαι πρὸς τοῦ θεοῦ γεύσασθαι παρά τινι τῶν ἐν ἐκείνῃ τῇ πόλει, ‘ἀλλ᾽ οὐχὶ παρ᾽ ἐμοὶ πάντως, εἶπεν, ἀπηγόρευκέ σοι τὸ θεῖον παραθέσθαι τράπεζαν: προφήτης γάρ εἰμι κἀγὼ καὶ τῆς αὐτῆς σοι κοινωνὸς πρὸς αὐτὸν θρησκείας, καὶ πάρειμι νῦν ὑπ᾽ αὐτοῦ πεμφθείς. ὅπως ἀγάγω σε πρὸς ἐμαυτὸν ἑστιασόμενον.’ [240] δὲ ψευσαμένῳ πεισθεὶς ἀνέστρεψεν: ἀριστώντων δ᾽ ἔτι καὶ φιλοφρονουμένων θεὸς ἐπιφαίνεται τῷ Ἰάδωνι καὶ παραβάντα τὰς ἐντολὰς αὐτοῦ τιμωρίαν ὑφέξειν ἔλεγεν καὶ ποδαπὴν ἐδήλου: λέοντα γὰρ αὐτῷ κατὰ τὴν ὁδὸν ἀπερχομένῳ συμβαλεῖν ἔφραζεν, ὑφ᾽ οὗ διαφθαρήσεσθαι καὶ τῆς ἐν τοῖς πατρῴοις μνήμασι ταφῆς ἀμοιρήσειν. [241] ταῦτα δ᾽ ἐγένετο οἶμαι κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ὅπως μὴ προσέχοι τοῖς τοῦ Ἰάδωνος λόγοις Ἱεροβόαμος ἐληλεγμένῳ ψευδεῖ. πορευομένῳ τοίνυν τῷ Ἰάδωνι πάλιν εἰς Ἱεροσόλυμα συμβάλλει λέων καὶ κατασπάσας αὐτὸν ἀπὸ τοῦ κτήνους ἀπέκτεινε, καὶ τὸν μὲν ὄνον οὐδὲν ὅλως ἔβλαψε, παρακαθεζόμενος δ᾽ ἐφύλαττε κἀκεῖνον καὶ τὸ τοῦ προφήτου σῶμα, μέχρις οὗ τινες τῶν ὁδοιπόρων ἰδόντες ἀπήγγειλαν ἐλθόντες εἰς τὴν πόλιν τῷ ψευδοπροφήτῃ. [242] δὲ τοὺς υἱοὺς πέμψας ἐκόμισε τὸ σῶμα εἰς τὴν πόλιν καὶ πολυτελοῦς κηδείας ἠξίωσεν ἐντειλάμενος τοῖς παισὶ καὶ αὐτὸν ἀποθανόντα σὺν ἐκείνῳ θάψαι, λέγων ἀληθῆ μὲν εἶναι πάνθ᾽ ὅσα προεφήτευσε κατὰ τῆς πόλεως ἐκείνης καὶ τοῦ θυσιαστηρίου καὶ τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν, ὑβρισθήσεσθαι δ᾽ αὐτὸς μετὰ τὴν τελευτὴν οὐδὲν σὺν ἐκείνῳ ταφεὶς τῶν ὀστῶν οὐ γνωρισθησομένων. [243] κηδεύσας οὖν τὸν προφήτην καὶ ταῦτα τοῖς υἱοῖς ἐντειλάμενος πονηρὸς ὢν καὶ ἀσεβὴς πρόσεισι τῷ Ἱεροβοάμῳ καὶτί δήποτ᾽ ἐταράχθης, εἰπών, ὑπὸ τῶν τοῦ ἀνοήτου λόγων;’ ὡς τὰ περὶ τὸ θυσιαστήριον αὐτῷ καὶ τὴν αὑτοῦ χεῖρα διηγήσαθ᾽ βασιλεὺς θεῖον ἀληθῶς καὶ προφήτην ἄριστον ἀποκαλῶν, ἤρξατο ταύτην αὐτοῦ τὴν δόξαν ἀναλύειν κακουργῶν καὶ πιθανοῖς περὶ τῶν γεγενημένων χρώμενος λόγοις βλάπτειν αὐτῶν τὴν ἀλήθειαν. [244] ἐπεχείρει γὰρ πείθειν αὐτόν, ὡς ὑπὸ κόπου μὲν χεὶρ αὐτοῦ ναρκήσειε βαστάζουσα τὰς θυσίας, εἶτ᾽ ἀνεθεῖσα πάλιν εἰς τὴν αὑτῆς ἐπανέλθοι φύσιν, τὸ δὲ θυσιαστήριον καινὸν ὂν καὶ δεξάμενον θυσίας πολλὰς καὶ μεγάλας ῥαγείη καὶ πέσοι διὰ βάρος τῶν ἐπενηνεγμένων. ἐδήλου δ᾽ αὐτῷ καὶ τὸν θάνατον τοῦ τὰ σημεῖα ταῦτα προειρηκότος ὡς ὑπὸ λέοντος ἀπώλετο: οὕτως οὐδὲ ἓν οὔτ᾽ εἶχεν [245] οὔτ᾽ ἐφθέγξατο προφήτου. ταῦτα εἰπὼν πείθει τὸν βασιλέα καὶ τὴν διάνοιαν αὐτοῦ τελέως ἀποστρέψας ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὁσίων ἔργων καὶ δικαίων ἐπὶ τὰς ἀσεβεῖς πράξεις παρώρμησεν. οὕτως δ᾽ ἐξύβρισεν εἰς τὸ θεῖον καὶ παρηνόμησεν, ὡς οὐδὲν ἄλλο καθ᾽ ἡμέραν ζητεῖν τί καινὸν καὶ μιαρώτερον τῶν ἤδη τετολμημένων ἐργάσηται. καὶ τὰ μὲν περὶ Ἱεροβόαμον ἐπὶ τοῦ παρόντος ἐν τούτοις ἡμῖν δεδηλώσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: