previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[204]

Μωυσῆς δὲ τοὺς τέκτονας οἵαις εἰκὸς ἦν δωρεαῖς τοὺς τοιαῦτα ἐργασαμένους τιμήσας ἔθυεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ κατὰ προσταγὴν θεοῦ ταῦρον καὶ κριὸν καὶ ἔριφον ὑπὲρ ἁμαρτάδων, [205] καὶ δὴ, λέγειν γὰρ ἐν τοῖς περὶ θυσιῶν μέλλω τὰ πρασσόμενα περὶ τὰς ἱερουργίας ἐν ἐκείνοις δηλώσων περί τε ὧν ὁλοκαυτεῖν κελεύει καὶ ὧν μεταλαμβάνειν τῆς βρώσεως ἐφίησιν νόμος, κἀκ τοῦ αἵματος τῶν τεθυμένων τήν τε στολὴν τοῦ Ἀαρῶνος καὶ αὐτὸν σὺν τοῖς παισὶν ἔρραινεν ἀφαγνίσας πηγαίοις τε ὕδασι καὶ μύρῳ, ἵνα τοῦ θεοῦ γίγνοιντο. [206] ἐπὶ μὲν οὖν ἡμέρας ἑπτὰ τοῦτον τὸν τρόπον αὐτούς τε καὶ τὰς στολὰς ἐθεράπευε τήν τε σκηνὴν καὶ τὰ περὶ αὐτὴν σκεύη ἐλαίῳ τε προσχριομένῳ, καθὼς εἶπον, καὶ τῷ αἵματι τῶν ταύρων καὶ κριῶν σφαγέντων καθ᾽ ἑκάστην ἡμέραν ἑνὸς κατὰ γένος, τῇ δὲ ὀγδόῃ κατήγγειλεν ἑορτὴν τῷ λαῷ καὶ θύειν προσέταξε κατὰ δύναμιν. [207] οἱ δ᾽ ἀλλήλοις ἁμιλλώμενοι καὶ ὑπερβάλλειν φιλοτιμούμενοι τὰς θυσίας, ἃς ἕκαστος ἐπιφέροι, τοῖς λεγομένοις ὑπήκουον. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ αἰφνίδιον ἐξ αὐτοῦ πῦρ ἀνήφθη αὐτόματον, καὶ ὅμοιον ἀστραπῆς λαμπηδόνι ὁρώμενον τῇ φλογὶ πάντα ἐδαπάνα τὰ ἐπὶ τοῦ βωμοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: