Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
β
τῶν Ἰωσήπου ἱστοριῶν τῆς
Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ δωδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν
Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑξκαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιη
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
ιθ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Τάδε ἔνεστιν ἐν τῇ
κ
τῶν Ἰωσήπου ἱστοριῶν
τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
whiston chapter:
This text is part of:
View text chunked by:
Table of Contents:




















Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[334]
Τοσαῦτα εἰπὼν ἦγεν αὐτοὺς ἐπὶ τὴν θάλασσαν τῶν
Αἰγυπτίων ὁρώντων: ἐν ὄψει γὰρ ἦσαν καὶ τῷ πόνῳ τεταλαιπωρημένοι
τῆς διώξεως εἰς τὴν ὑστεραίαν τὴν μάχην ὑπερβαλέσθαι
καλῶς ἔχειν ὑπελάμβανον. ἐπειδὴ δὲ πρὸς τῷ αἰγιαλῷ Μωυσῆς
ἐγεγόνει, λαβὼν τὴν βακτηρίαν τὸν θεὸν ἱκέτευε καὶ σύμμαχον καὶ
βοηθὸν ἐκάλει λέγων:
[335]
‘οὐδ᾽ αὐτὸς μὲν ἀγνοεῖς, ὅτι φυγεῖν ἡμῖν ἐκ
τῶν παρόντων οὔτε κατὰ ῥώμην οὔτε κατ᾽ ἐπίνοιάν ἐστιν ἀνθρωπίνην,
ἀλλ᾽ εἰ δή τι πάντως σωτήριον στρατῷ τῷ κατὰ τὴν σὴν
βούλησιν ἀφέντι τὴν Αἴγυπτον, σόν ἐστιν ἐκπορίζειν.
[336]
ἡμεῖς τε
ἄλλην ἀπεγνωκότες ἐλπίδα καὶ μηχανὴν εἰς τὴν ἀπὸ σοῦ μόνου
καταφεύγομεν, καὶ εἴ τι παρὰ τῆς σῆς ἔλθοι προνοίας ἐξαρπάσαι
τῆς Αἰγυπτίων ὀργῆς ἡμᾶς δυνάμενον ἀφορῶμεν. ἀφίκοιτο δὲ
τοῦτο ταχέως τὴν σὴν ἐμφανίσον ἡμῖν δύναμιν καὶ τὸν λαὸν ὑπὸ
ἀνελπιστίας καταπεπτωκότα πρὸς τὸ χεῖρον ἀναστῆσον εἰς εὐθυμίαν
καὶ τὸ περὶ τῆς σωτηρίας θάρσος.
[337]
ἐν οὐκ ἀλλοτρίοις δ᾽
ἐσμὲν τοῖς ἀπόροις, ἀλλὰ σὴ μὲν ἡ θάλασσα, σὸν δὲ τὸ περικλεῖον
ἡμᾶς ὄρος, ὡς ἀνοιγῆναι μὲν τοῦτο σοῦ κελεύσαντος, ἠπειρωθῆναι
δὲ καὶ τὸ πέλαγος, εἶναι δὲ ἡμῖν ἀποδρᾶναι καὶ δι᾽ ἀέρος δόξαν
ἰσχύι τῇ σῇ τοῦτον ἡμᾶς σώζεσθαι τὸν τρόπον.’
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.
Tufts University provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.