previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[155]

Ἐν τοιούτοις οὖν ὄντες οἱ Ἄραβες ἐπρεσβεύοντο πρὸς τὸν Ἡρώδην, τὸ μὲν πρῶτον ὑπὲρ διαλύσεως, ἔπειτα, τὸ γὰρ δίψος ἤπειγεν, πᾶν ὁτιοῦν ὑφιστάμενοι καὶ τυχεῖν εἰς τὸ παρὸν ἀδείας ἠξιωκότες. [156] δ᾽ οὔτε πρέσβεις οὔτε λύτρα τῶν ἡλωκότων οὔτ᾽ ἄλλο τι μέτριον προσίετο φιλόνεικος ὢν ἐκδικῆσαι τὰς παρανομίας τὰς εἰς αὐτοὺς ἐξ ἐκείνων γεγενημένας. καταναγκαζόμενοί τε τοῖς τε ἄλλοις καὶ τῷ δίψει προϊόντες αὑτοὺς ἐνεχείριζον ἄγειν καὶ δεῖν, [157] καὶ πέντε μὲν ἡμέραις τετρακισχίλιοι τὸ πλῆθος οὕτως ἑάλωσαν, τῇ δ᾽ ἕκτῃ πάντες οἱ λοιποὶ διέγνωσαν ἐξιέναι πολέμου νόμῳ χωρήσαντες ἐπὶ τοὺς ἐναντίους ἐγχειρεῖν, καὶ εἰ δέοι τι πάσχειν, αἱρούμενοι καὶ μὴ διαφθείρεσθαι κατ᾽ ὀλίγους ἀδόξως. [158] ταῦτα δὲ γνόντες ἐξῆλθον μὲν τοῦ χαρακώματος, διήρκεσαν δ᾽ οὐδαμῶς τῇ μάχῃ, λαμπρῶς μὲν ἀγωνίσασθαι κεκακωμένοι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα τόπον οὐκ ἔχοντες, κέρδος δ᾽ εἰ θνήσκοιεν ἐν συμφορᾷ τὸ ζῆν ποιούμενοι, καὶ πίπτουσιν αὐτῶν ἐν τῇ προτέρᾳ μάχῃ περὶ ἑπτακισχιλίους. [159] τοιαύτῃ δὲ πληγῇ χρησαμένων φρονήματος μὲν ὅσον ἦν πρότερον αὐτοῖς ἀφῄρηντο, τεθαυμακότες δὲ ἐν ταῖς οἰκείαις συμφοραῖς τὴν Ἡρώδου στρατηγίαν εἴς τε τὸ λοιπὸν εἶξαν καὶ προστάτην ἀπεφήναντο τοῦ ἔθνους. [160] δὲ πλεῖστον ἐπὶ τοῖς εὐημερήμασιν ἠξιωκὼς φρονεῖν ἀνέστρεψεν εἰς τὴν οἰκείαν, προσειληφὼς ἀξίωμα καὶ διὰ ταύτην τὴν ἀνδραγαθίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: