previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12]

Ταῦτα διοικήσας, ἐπειδὴ καὶ Μᾶρκον Ἀγρίππαν ἐπύθετο καταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρὰ ἀνδρὸς ξένου καὶ φίλου. [13] κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπ᾽ αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν. [14] ἦγεν δὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ὑπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενον. [15] αὐτὸς δὲ ὅσον ἐπὶ τῷ καθ᾽ ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο: τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: