previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[159]

δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δ᾽ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δ᾽ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου: [160] κατὰ πέζαν δ᾽ αὐτῷ προσερραμμένοι θύσανοι ῥοῶν τρόπον ἐκ βαφῆς μεμιμημένοι ἀπήρτηντο καὶ κώδωνες χρύσεοι κατὰ πολλὴν ἐπιτήδευσιν τῆς εὐπρεπείας, ὥστε μέσον ἀπολαμβάνεσθαι δυοῖν τε κωδώνοιν ῥοΐσκον, καὶ ῥοῶν κωδώνιον. [161] ἔστι δ᾽ χιτὼν οὗτος οὐκ ἐκ δυοῖν περιτμημάτων, ὥστε ῥαπτὸς ἐπὶ τῶν ὤμων εἶναι καὶ τῶν παρὰ πλευράν, φάρσος δ᾽ ἓν ἐπίμηκες ὑφασμένον σχιστὸν ἔχει βροχωτῆρα πλάγιον, ἀλλὰ κατὰ μῆκος ἐρρωγότα πρός τε τὸ στέρνον καὶ μέσον τὸ μετάφρενον: πέζα δ᾽ αὐτῷ προσέρραπται ὑπὲρ τοῦ μὴ διελέγχεσθαι τῆς τομῆς τὴν δυσπρέπειαν: ὁμοίως δὲ καὶ ὅθεν αἱ χεῖρες διείργονται σχιστός ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: