previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[350]

Ἰώσηπος δὲ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς Ἰούδας καθ᾽ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ Ἰούδας καὶ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπ᾽ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν. [351] Γοργίου δὲ τοῦ τῆς Ἰαμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ἰουδαίας ὅρων διώκονται. [352] συνέβη δ᾽ αὐτοῖς τὸ πταῖσμα τοῦτο παρακούσασιν ὧν αὐτοῖς Ἰούδας ἐπέστειλεν, μὴ συμβαλεῖν εἰς μάχην μηδενὶ πρὸ τῆς ἐκείνου παρουσίας: πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ στρατηγήμασιν καὶ τὸ κατὰ τοὺς περὶ τὸν Ἰώσηπον καὶ τὸν Ἀζαρίαν πταῖσμα θαυμάσειεν ἄν τις, συνῆκεν εἰ παρακινήσουσίν τι τῶν ἐπεσταλμένων αὐτοῖς ἐσόμενον. [353] δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλ᾽ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν. πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ἰουδαίαν ὑπέστρεψαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), HEBRON
    • Dictionary of Greek and Roman Geography (1854), IDUMAEA
    • Dictionary of Greek and Roman Geography (1854), MARESHAH
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: