previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[87]

δὲ τῶν Σύρων βασιλεὺς Ἄδερος διασωθεὶς εἰς Δαμασκὸν καὶ μαθών, ὅτι τὸ θεῖον αὐτόν τε καὶ τὴν στρατιὰν αὐτοῦ πᾶσαν εἰς τὸ δέος καὶ τὴν ταραχὴν ἐκείνην ἐνέβαλεν, ἀλλ᾽ οὐκ ἐξ ἐφόδου πολεμίων ἐγένετο, σφόδρα τῷ δυσμενῆ τὸν θεὸν ἔχειν ἀθυμήσας εἰς νόσον κατέπεσεν. [88] ἐκδημήσαντος δὲ κατ᾽ ἐκεῖνον τὸν καιρὸν εἰς Δαμασκὸν Ἐλισσαίου τοῦ προφήτου γνοὺς Ἄδερ τὸν πιστότατον τῶν οἰκετῶν Ἀζάηλον ἔπεμψεν ὑπαντησόμενον αὐτῷ καὶ δῶρα κομίζοντα, κελεύσας ἔρεσθαι περὶ τῆς νόσου καὶ εἰ διαφεύξεται τὸν ἐξ αὐτῆς κίνδυνον. [89] Ἀζάηλος δὲ μετὰ καμήλων τεσσαράκοντα τὸν ἀριθμόν, αἳ τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν Δαμασκῷ γινομένων καὶ ὄντων ἐν τῷ βασιλείῳ ἔφερον δῶρα, συμβαλὼν τῷ Ἐλισσαίῳ προσαγορεύσας αὐτὸν φιλοφρόνως ἔλεγεν ὑπὸ Ἄδερος τοῦ βασιλέως πεμφθῆναι πρὸς αὐτὸν δῶρά τε κομίσαι καὶ πυθέσθαι περὶ τῆς νόσου καὶ εἰ ῥᾴων ἀπ᾽ αὐτῆς ἔσοιτο. [90] δὲ προφήτης τὸν μὲν Ἀζάηλον ἐκέλευε μηδὲν ἀπαγγέλλειν τῷ βασιλεῖ κακόν, ἔλεγε δ᾽ ὅτι τεθνήξεται. καὶ μὲν οἰκέτης τοῦ βασιλέως ἐλυπεῖτο ταῦτ᾽ ἀκούσας, δ᾽ Ἐλισσαῖος ἔκλαιε καὶ πολλοῖς ἐρρεῖτο δακρύοις προορώμενος πάσχειν λαὸς ἔμελλε κακὰ μετὰ τὴν Ἄδερος τελευτήν. [91] ἀνακρίναντος δ᾽ αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεωςκλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν: ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς πέτραις τὰς δ᾽ ἐγκύους ἀναρρήξεις γυναῖκας.’ [92] τοῦ δὲ Ἀζαήλου λέγοντος: ‘τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι;’ τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθ᾽, ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δ᾽ ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε, [93] τὴν δ᾽ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφ᾽ οὗ μέχρι νῦν αὐτός τε Ἄδερ καὶ Ἀζάηλος μετ᾽ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν. [94] πομπεύουσι δ᾽ αὐτοὶ καθ᾽ ἑκάστην ἡμέραν ἐπὶ τῇ τιμῇ τῶν βασιλέων καὶ σεμνύνονται τὴν τούτων ἀρχαιότητα οὐκ εἰδότες, ὅτι νεώτεροί εἰσι καὶ οὐκ ἔχοντες οὗτοι οἱ βασιλεῖς ἔτη χίλια καὶ ἑκατόν. δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ἰώραμος ἀκούσας τὴν Ἄδερος τελευτὴν ἀνέπνευσεν ἐκ τῶν φόβων καὶ τοῦ δέους δι᾽ αὐτὸν εἶχεν ἀσμένως εἰρήνης λαμβανόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: