previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωσίβιος δ᾽ λυτικὸς προθεὶς τὰ ἔπη:
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐόν, Νέστωρ δ᾽ γέρων ἀμογητὶ ἄειρεν,
γράφει κατὰ λέξιν: ‘νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ ὅτι τοὺς μὲν λοιποὺς εἶπε μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. ἄλογον δ᾽ ἐδόκει Διομήδους καὶ Αἴαντος, ἔτι δ᾽ Ἀχιλλέως παρόντων εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ προβεβηκότα. τούτων τοίνυν οὕτως κατηγορουμένων τῇ ἀναστροφῇ χρησάμενοι ἀπολύομεν τὸν ποιητήν. ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρουπλεῖον ἐόν, Νέστωρ δ᾽ γέρων ἀμογητὶ ἄειρεν᾽ ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων τάξομεν τοῦ πρώτου στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμενἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, δὲ Νέστωρ ἀπονητὶ ἄειρεν.' νῦν οὖν οὕτω τεταγμένων Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ ἀείρων.' ταῦτα καὶ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ [τὰς] τοιαύτας λύσεις Πτολεμαῖος Φιλάδελφος βασιλεύς. λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας ἐκέλευσεν, ἐὰν παραγένηται Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετ᾽ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι αὐτῷ τὰς ἡσυχίας εἶχον, δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος <δὲ> μεταπεμψάμενος αὐτοὺς καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας [ὁ βασιλεὺς] καὶ κατιδὼν ἔφη καὶ αὐτὸς ἀπειληφέναι αὐτὸν οὕτως: ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπολλωνίου [Δίωνος]: εἰς ἀποβλέψας βασιλεὺς εἶπεν θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸσωκαὶ τοῦ Σωσιγένους τὸσικαὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν [βι] καὶ τὴν τελευταίαν τοῦ Ἀπολλωνίου, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοίας. καὶταῦτ᾽ οὐχ ὑπ᾽ ἄλλων, ἀλλὰ τοῖς αὑτοῦ πτεροῖσ᾽ κατὰ τὸν θαυμάσιον Αἰσχύλον Myrmid. fr. 139 N' 'ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πραγματευόμενος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: