previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΣΦΥΡΑΙΝΑΙ. ταύτας φησὶν Ἱκέσιος τροφιμωτέρας εἶναι τῶν γόγγρων, ἀπειθεῖς δὲ τὴν γεῦσιν καὶ ἀστόμους, εὐχυλίᾳ δὲ μέσους. δὲ Δωρίωνσφύραιναν, φησίν, ἣν καλοῦσι κέστραν.' Ἐπίχαρμος δ᾽ ἐν Μούσαις κέστραν ὀνομάσας οὐκ ἔτι σφυραίνας ὀνομάζει ὡς ταὐτὸν οὔσας p. 240 L':'
χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ᾽ αἰόλας.
καὶ Σώφρων ἐν ἀνδρείοις fr. 62 Bo':' ‘κέστραι βότιν κάπτουσαι.' Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ τὴν σφύραιναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρήσαντο. Στράττις γοῦν ἐν Μακεδόσιν ἐρομένου τινὸς Ἀττικοῦ ὡς ἀγνοοῦντος τὸ ὄνομα καὶ λέγοντος I 719 K':'
σφύραινα δ᾽ ἐστὶ τίς;
φησὶν ἕτερος:
κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε.
Ἀντιφάνης ἐν Εὐθυδίκῳ II 50 K':'
πάνυ συχνὴ
σφύραινα. Β. κέστραν ἀττικιστὶ δεῖ λέγειν.
Νικοφῶν δ᾽ ἐν Πανδώρᾳ I 776 K':'
κέστραι τε καὶ λάβρακες.
Ἐπίχαρμος Ἥβας γάμῳ p. 240 L':'
κέστρας τε πέρκας τ᾽ αἰόλας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: