previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[342]

Ἐπὶ τοιούτοις δὲ ὢν καὶ τῆς Σεβαστῆς ἤδη πεπολισμένης ἔγνω τοὺς παῖδας αὐτοῦ πέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον, συντευξομένους Καίσαρι. [343] τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι: καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας: καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν: ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών. [344] Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τὸν Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν: οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐλῄζοντο, καὶ Ζηνόδωρος οὔτ᾽ εἶργεν αὐτός τε τῶν ὠφελειῶν ἐκοινώνει. [345] κακῶς δὲ πάσχοντες οἱ πλησιόχωροι Οὐάρρωνος κατεβόων τοῦ τότε ἡγεμονεύοντος καὶ γράφειν ἠξίουν Καίσαρι τοῦ Ζηνοδώρου τὴν ἀδικίαν. Καῖσαρ δὲ ἀνενεχθέντων τούτων ἀντέγραφεν ἐξελεῖν τὰ λῃστήρια τήν τε χώραν Ἡρώδῃ προσένειμεν, ὡς διὰ τῆς ἐπιμελείας τῆς ἐκείνου μηκέτ᾽ ἂν ὀχληρῶν τῶν περὶ τὸν Τράχωνα γενησομένων τοῖς πλησίον: [346] οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας: οὔτε γὰρ πόλεις αὐτοῖς οὔτε κτήσεις ἀγρῶν, ὑποφυγαὶ δὲ κατὰ τῆς γῆς καὶ σπήλαια καὶ κοινὴ μετὰ τῶν βοσκημάτων δίαιτα. μεμηχάνηνται δὲ καὶ συναγωγὰς ὑδάτων καὶ προπαρασκευὰς σιτίων αἳ δύνανται πλεῖστον ἐξ ἀφανοῦς ἀντέχειν. [347] αἵ γε μὴν εἴσοδοι στεναὶ καὶ καθ᾽ ἕνα παρερχομένων, τὰ δ᾽ ἔνδον ἀπίστως μεγάλα πρὸς εὐρυχωρίαν ἐξειργασμένων: τὸ δ᾽ ὑπὲρ τὰς οἰκήσεις ἔδαφος οὐχ ὑψηλόν, ἀλλ᾽ οἷον ἐξ ἐπιπέδου. πέτρα δὲ τὸ σύμπαν σκληρὰ καὶ δύσοδος, εἰ μὴ τρίβῳ χρῷτό τις ἐξ ὁδηγίας: [348] οὐδὲ γὰρ αὗται κατ᾽ ὀρθὸν ἀλλὰ πολλὰς ἕλικας ἐξελίττονται. τούτοις ἐπειδὴ τῶν εἰς τοὺς πλησίον κακουργημάτων ἐκωλύοντο, καὶ κατ᾽ ἀλλήλων ἦν τῆς λῃστείας τρόπος, ὡς μηδὲν ἀνομίας ἐν τούτῳ λελεῖφθαι. λαβὼν δὲ τὴν χάριν Ἡρώδης παρὰ Καίσαρος καὶ παρελθὼν εἰς τὴν χώραν ὁδηγῶν ἐμπειρίᾳ τούς τε πονηρευομένους αὐτῶν κατέπαυσεν καὶ τοῖς πέριξ ἀδεῆ τὴν εἰρήνην παρέσχεν. [349]

δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος, ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος ἀναστρέφει. [350] πέμπεται δ᾽ Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος Καίσαρι: καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης, ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν ἀνέστρεφεν. [351] Γαδαρέων δέ τινες ἐπ᾽ Ἀγρίππαν ἦλθον κατηγοροῦντες αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ τὰ πράγματα τότε καὶ μετ᾽ αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας: [352] γὰρ Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθ᾽ αὑτὸν ἔφθη τῆς ἐπαρχίας μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα. ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες. [353] ἀνέπειθον δὲ καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν καὶ δυσμενεῖς, ἦσαν δ᾽ ἐπελπίζοντες ἀεὶ καὶ πρὸς τὸν νεωτερισμὸν ἐνδιδόντες, μάλιστα χαίρουσιν οἱ κακῶς πράττοντες τῷ βίῳ. ταῦτα δὲ ἐκ μακροῦ πραττόμενα γινώσκων Ἡρώδης ὅμως οὐκ εἰς τὸ δυσμενές, ἀλλ᾽ ἐξ ἐπιλογισμοῦ παρηγόρει ταῖς ταραχαῖς οὐκ ἀξιῶν ἀφορμὰς ἐνδιδόναι. [354]

Ἤδη δ᾽ αὐτοῦ τῆς βασιλείας ἑπτακαιδεκάτου προελθόντος ἔτους Καῖσαρ εἰς Συρίαν ἀφίκετο. καὶ τότε τῶν Γάδαρα κατοικούντων οἱ πλεῖστοι κατεβόων Ἡρώδου βαρὺν αὐτὸν ἐν τοῖς ἐπιτάγμασιν καὶ τυραννικὸν εἶναι. [355] ταῦτα δὲ ἀπετόλμων μάλιστα μὲν ἐγκειμένου καὶ διαβάλλοντος αὐτὸν Ζηνοδώρου καὶ παρασχόντος ὅρκους, ὡς οὐκ ἐγκαταλείψει μὴ πάντα τρόπον ἀφελέσθαι μὲν τῆς Ἡρώδου βασιλείας, προσθήσειν δὲ τῇ διοικήσει τῇ Καίσαρος. [356] τούτοις ἀναπεισθέντες οἱ Γαδαρεῖς οὐ μικρὰν καταβοὴν ἐποιήσαντο θράσει τοῦ μηδὲ τοὺς ὑπὸ Ἀγρίππα παραδοθέντας ἐν τιμωρίᾳ γενέσθαι διιέντος Ἡρώδου καὶ μηδὲν κακὸν εἰργασμένου: καὶ γὰρ εἴ τις καὶ ἄλλος ἐδόκει δυσπαραίτητος μὲν ἐπὶ τοῖς οἰκείοις, μεγαλόψυχος δὲ ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτόντας ἀφιέναι. [357] κατηγορούντων οὖν ὕβρεις καὶ ἁρπαγὰς καὶ κατασκαφὰς ἱερῶν μὲν Ἡρώδης ἀταρακτήσας ἕτοιμος ἦν εἰς τὴν ἀπολογίαν, ἐδεξιοῦτο δὲ Καῖσαρ αὐτὸν οὐδὲν ὑπὸ τῆς ταραχῆς τοῦ πλήθους μεταβαλὼν τῆς εὐνοίας. [358] καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δ᾽ ἑξῆς οὐ προῆλθεν διάγνωσις: οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθ᾽ ὕψους ἠφίεσαν, ἄλλοι δ᾽ εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο. [359] ταῦτα δὲ ἐδόκει κατάγνωσις τῆς προπετείας καὶ ἁμαρτίας, ἔνθεν οὐδὲ μελλήσας Καῖσαρ ἀπέλυεν τῶν αἰτιῶν Ἡρώδην. ἐπισυμπίπτει δὲ οὐ μέτριον εὐτύχημα τοῖς ἤδη γεγονόσιν: γὰρ Ζηνόδωρος ῥαγέντος αὐτῷ τοῦ σπλάγχνου καὶ πολλοῦ κατὰ τὴν ἀσθένειαν ὑποχωροῦντος αἵματος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐκλείπει τὸν βίον. [360] Καῖσαρ δὲ καὶ τὴν τούτου μοῖραν οὐκ ὀλίγην οὖσαν Ἡρώδῃ δίδωσιν, μεταξὺ τοῦ Τράχωνος ἦν καὶ τῆς Γαλιλαίας, Οὐλάθαν καὶ Πανιάδα καὶ τὴν πέριξ χώραν. ἐγκαταμίγνυσιν δ᾽ αὐτὴν τοῖς ἐπιτροπεύουσιν τῆς Συρίας ἐντειλάμενος μετὰ τῆς ἐκείνου γνώμης τὰ πάντα ποιεῖν. [361] τό τε σύνολον εἰς τοῦτο προῆλθεν εὐτυχίας, ὥστε δύο τούτων τὴν ἀρχὴν Ῥωμαίων διεπόντων τοσήνδε τὸ μέγεθος οὖσαν, Καίσαρος καὶ μετ᾽ αὐτὸν Ἀγρίππου, κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν Καῖσαρ μὲν οὐδένα μετὰ Ἀγρίππαν Ἡρώδου προετίμησεν, Ἀγρίππας δὲ μετὰ Καίσαρα πρῶτον ἀπεδίδου φιλίας τόπον Ἡρώδῃ. [362] τοσαύτης δὲ ἐχόμενος παρρησίας τῷ μὲν ἀδελφῷ Φερώρᾳ παρὰ Καίσαρος ᾐτήσατο τετραρχίαν αὐτὸς ἀπονείμας ἐκ τῆς βασιλείας πρόσοδον ἑκατὸν ταλάντων, ὡς εἰ καί τι πάσχοι, τὰ κατ᾽ ἐκεῖνον ἀσφαλῶς ἔχειν καὶ μὴ τοὺς υἱεῖς αὐτῆς κρατεῖν. [363] Καίσαρα δ᾽ ἐπὶ θάλατταν προπέμψας ὡς ἐπανῆκεν, ἐν τῇ Ζηνοδώρου περικαλλέστατον αὐτῷ ναὸν ἐγείρει πέτρας λευκῆς πλησίον τοῦ Πανίου καλουμένου. [364] σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπ᾽ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δ᾽ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι. [365]

Τότε καὶ τὸ τρίτον μέρος ἀφῆκε τῶν φόρων τοῖς ἐν τῇ βασιλείᾳ, πρόφασιν μὲν ὡς ἀναλάβοιεν ἐκ τῆς ἀφορίας, τὸ δὲ πλέον ἀνακτώμενος ἔχοντας δυσμενῶς: κατὰ γὰρ τὴν ἐξεργασίαν τῶν τοιούτων ἐπιτηδευμάτων ὡς ἂν λυομένης αὐτοῖς τῆς εὐσεβείας καὶ μεταπιπτόντων τῶν ἐθῶν χαλεπῶς ἔφερον, καὶ λόγοι δὲ πόντων ἐγίνοντο παροξυνομένων ἀεὶ καὶ ταραττομένων. [366] δὲ καὶ πρὸς τὸ τοιοῦτον πολλὴν τὴν ἐπιμέλειαν ἐπῆγεν, ἀφαιρούμενος μὲν τὰς εὐκαιρίας, ἐπιτάττων δ᾽ ἀεὶ γίνεσθαι πρὸς τοῖς πόνοις, ἦν δ᾽ οὔτε σύνοδος ἐφειμένη τοῖς περὶ τὴν πόλιν οὔτε κοινωνία περιπάτου καὶ διαίτης, ἀλλ᾽ ἐτετήρητο τὰ πάντα. καὶ χαλεπαὶ τῶν φωραθέντων ἦσαν αἱ κολάσεις, πολλοί τε καὶ φανερῶς καὶ λεληθότως εἰς τὸ φρούριον ἀναγόμενοι τὴν Ὑρκανίαν ἐκεῖ διεφθείροντο, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς συνιόντας εἰς ταὐτὸν ἐπισκοποῦντες. [367] ἤδη δέ φασιν οὐδ᾽ αὐτὸν ἀμελεῖν τοῦ τοιούτου μέρους, ἀλλὰ πολλάκις ἰδιώτου σχῆμα λαμβάνοντα καταμίγνυσθαι νύκτωρ εἰς τοὺς ὄχλους, καὶ πεῖραν αὐτῶν, ἣν ἔχουσιν ὑπὲρ τῆς ἀρχῆς, λαμβάνειν. [368] τοὺς μὲν οὖν παντάπασιν ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δ᾽ ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν. [369] οἱ μὲν οὖν πολλοὶ κατὰ θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα τρόπον ἐκποδὼν ἐποιεῖτο. [370] συνέπειθεν δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν ἐκείνοις συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν: οἱ δ᾽ οὔτε συνεχώρησαν οὔθ᾽ ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν Πολλίωνα τυχόντες. [371] ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρ᾽ ἡμῖν Ἐσσαῖοι καλούμενοι: γένος δὲ τοῦτ᾽ ἔστιν διαίτῃ χρώμενον τῇ παρ᾽ Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ. [372] περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφ᾽ οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπ᾽ αὐτοῖς κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον: οὐ γὰρ ἀπρεπὴς λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν. [373]

Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν. [374] δ᾽ ἀγνοεῖν κατειρωνεύεσθαι νομίζων αὐτὸν ἀνεμίμνησκεν ἰδιώτης ὤν. Μανάημος δὲ μειδιάσας ἠρέμα καὶ τύπτων τῇ χειρὶ κατὰ τῶν γλουτῶνἀλλά τοι καὶ βασιλεύσεις, ἔφη, καὶ τὴν ἀρχὴν εὐδαιμόνως ἀπάξεις: ἠξίωσαι γὰρ ἐκ θεοῦ. καὶ μέμνησο τῶν Μαναήμου πληγῶν, ὥστε σοι καὶ τοῦτο σύμβολον εἶναι τῶν κατὰ τὴν τύχην μεταπτώσεων. [375] ἄριστος γὰρ τοιοῦτος λογισμός, εἰ καὶ δικαιοσύνην ἀγαπήσειας καὶ πρὸς τὸν θεὸν εὐσέβειαν ἐπιείκειαν δὲ πρὸς τοὺς πολίτας: ἀλλ᾽ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι τὸ πᾶν ἐπιστάμενος. [376] εὐτυχίᾳ μὲν γὰρ ὅσον οὐκ ἄλλος διοίσεις καὶ τεύξῃ δόξης αἰωνίου, λήθην δ᾽ εὐσεβείας ἕξεις καὶ τοῦ δικαίου. ταῦτα δ᾽ οὐκ ἂν λάθοι τὸν θεὸν ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τῆς ἀντ᾽ αὐτῶν ὀργῆς ἀπομνημονευομένης.’ [377] τούτοις αὐτίκα μὲν ἥκιστα τὸν νοῦν προσεῖχεν ἐλπίδι λειπόμενος αὐτῶν Ἡρώδης, κατὰ μικρὸν δὲ ἀρθεὶς ἕως καὶ τοῦ βασιλεύειν καὶ εὐτυχεῖν ἐν τῷ μεγέθει τῆς ἀρχῆς μεταπέμπεται τὸν Μανάημον καὶ περὶ τοῦ χρόνου πόσον ἄρξει διεπυνθάνετο. [378] Μανάημος δὲ τὸ μὲν σύμπαν οὐκ εἶπεν: ὡς δὲ σιωπῶντος αὐτοῦ, μόνον εἰ δέκα γενήσονται βασιλείας ἐνιαυτοὶ προσεπύθετο καὶ εἴκοσι καὶ τριάκοντα εἰπὼν τὸν ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης δὲ καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μανάημον ἀφῆκεν δεξιωσάμενος καὶ πάντας ἀπ᾽ ἐκείνου τοὺς Ἐσσηνοὺς τιμῶν διετέλει. [379] ταῦτα μὲν οὖν εἰ καὶ παράδοξα δηλῶσαι τοῖς ἐντυγχάνουσιν ἠξιώσαμεν καὶ περὶ τῶν παρ᾽ ἡμῖν ἐμφῆναι, διότι πολλοὶ διὰ τοιούτων ὑπὸ καλοκαγαθίας καὶ τῆς τῶν θείων ἐμπειρίας ἀξιοῦνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: