previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[162]

Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἀρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας: οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπ᾽ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν, [163] εἴ τέ τις τῶν κατὰ ἕνα σχήσοι τὴν ἡγεμονίαν, εἰς πάντα λυπηρὸν αὐτοῖς εἶναι μὴ οὐ συνεργοῖς τῆς ἀρχῆς καταστᾶσιν. [164] καλῶς οὖν ἔχειν ἀκρίτων ἔτι ὄντων τῶν πραγμάτων ἡγεμόνα αἱρεῖσθαι Κλαύδιον, πάτρωά τε ὄντα τοῦ τεθνεῶτος καὶ τῶν εἰς τὴν βουλὴν συλλεγομένων οὐδενὸς οὗτινος οὐκ ἀξιολογώτερον προγόνων τε ἀρετῇ καὶ τῷ κατ᾽ αὐτὸν παιδείαν μεμελετηκότι, [165] καὶ σταθέντα αὐτοκράτορα τιμήσειν τε τὰ εἰκότα καὶ ἀμείψεσθαι δωρεαῖς. ταῦτα διανοοῦνταί τε καὶ ἔπραξαν ἐκ τοῦ παραχρῆμα. [166] ἥρπαστο μὲν δὴ Κλαύδιος ὑπὸ τοῦ στρατιωτικοῦ. Ναῖος δὲ Σέντιος Σατορνῖνος καίτοι πεπυσμένος τὴν Κλαυδίου ἁρπαγήν, καὶ ὡς ἐπιδικάζοιτο τῆς ἀρχῆς ἄκων μὲν δοκεῖν, τὸ δὲ ἀληθὲς καὶ βουλήσει τῇ αὐτοῦ, καταστὰς ἐπὶ τῆς συγκλήτου καὶ μηδὲν ἐκπλαγεὶς ἐλευθέροις τε καὶ γενναίοις ἀνδράσι πρεπόντως ποιεῖται παραίνεσιν τάδε λέγων. [167]

Εἰ καὶ ἄπιστον, Ῥωμαῖοι, διὰ τὸ χρόνῳ πολλῷ ἥκειν ἀνέλπιστον οὖσαν ἡμῖν, ἀλλ᾽ οὖν ἔχομεν τοῦ ἐλευθέρου τὴν ἀξίωσιν, ἄδηλον μὲν ἐφ᾽ ὁπόσον παρατείνουσαν καὶ γνώμῃ θεῶν οἳ ἐχαρίσαντο αὐτὴν κειμένην, εὐφραίνειν δὲ ἀρκοῦσαν καὶ εἴπερ ἀφαιρεθείημεν αὐτῆς εὐδαιμονίᾳ συνάγουσαν: [168] ἱκανὴ γὰρ καὶ μία ὥρα τοῖς ἀρετῆς αἰσθανομένοις καὶ μετ᾽ αὐτοτελοῦς τῆς διανοίας ἐν αὐτοδίκῳ τῇ πατρίδι καὶ μετὰ νόμων, οἷς ποτε ἤνθησε, διαιτωμένῃ βιωθεῖσα. [169] ἐμοὶ δὲ τῆς μὲν πρότερον ἐλευθερίας ἀμνημονεῖν ἔστι διὰ τὸ κατόπιν αὐτῆς γεγονέναι, τῆς δὲ νῦν ἀπλήστως πιμπλαμένῳ μακαριστούς τε ἡγεῖσθαι τοὺς ἐγγενηθέντας καὶ ἐντραφέντας αὐτῇ καὶ τῶν θεῶν οὐδὲν μειόνως ἀξίους τιμῆς τούσδε τοὺς ἄνδρας, οἳ ὀψὲ γοῦν κἀν τούτῳ τῆς ἡλικίας ἡμᾶς γεύσαντας αὐτῆς. [170] καὶ εἴη μὲν εἰς πᾶν τοῦ αἰῶνος τὸ ἐπιὸν παραμεῖναι τὴν ἄδειαν αὐτῆς, ἀρκοῦσα δ᾽ ἂν γένοιτο καὶ ἥδε ἡμέρα τοῖς τε νεωτέροις ἡμῶν καὶ ὅσοι γεγηράκαμεν αἰὼν ὑπείληπται, τοῖς πρεσβυτέροις δόντων ἀγαθῶν αὐτῆς ἐν ὁμιλίᾳ γεγονότες μετασταῖεν, τοῖς δὲ [171] νεωτέροις παίδευμα ἀρετῆς καταστάσεως ἀγαθὸν ἀνδράσι τοῖσδε ἀφ᾽ ὧν γεγόναμεν, νῦν δὲ ἤδη καὶ ἡμῖν διὰ τὴν ἄρτι ὥραν οὐδὲν προυργιαίτερον εἴη τοῦ ζῆν μετὰ ἀρετῆς, μόνη ἐκφροντίζει τῷ ἀνθρωπείῳ τὸ ἐλεύθερον: [172] ἐγὼ γὰρ τὰ παλαιὰ οἶδα ἀκοῇ παραλαβών, οἷς δὲ ὄψει ὁμιλήσας ᾐσθόμην, οἵων κακῶν τὰς πολιτείας ἀναπιμπλᾶσιν αἱ τυραννίδες, κωλύουσαι μὲν πᾶσαν ἀρετὴν καὶ τοῦ μεγαλόφρονος ἀφαιρούμεναι τὸ ἐλεύθερον, κολακείας δὲ καὶ φόβου διδάσκαλοι καθιστάμεναι διὰ τὸ μὴ ἐπὶ σοφίᾳ τῶν νόμων, ἀλλ᾽ ἐπὶ τῇ ὀργῇ τῶν ἐφεστηκότων καταλιπεῖν τὰ πράγματα. [173] ἀφ᾽ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατ᾽ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν, [174] φιλοτιμηθέντων πρὸς ἀλλήλους ἁπάντων, οἳ ἐκείνῳ διάδοχοι τῆς ἀρχῆς κατέστησαν, ἐπ᾽ ἀφανισμῷ τοῦ πατρίου καὶ ὡς ἂν μάλιστα τῶν πολιτῶν ἐρημίαν τοῦ γενναίου καταλείποιεν, διὰ τὸ οἴεσθαι πρὸς ἀσφαλείας εἶναι τῆς αὐτῶν τὸ κιβδήλοις ἀνδράσιν ὁμιλεῖν καὶ τῶν ἀρετῇ προύχειν πεπιστευμένων οὐ μόνον ὑφαιρεῖν τι τοῦ αὐχήματος, ἀλλ᾽ εἰς τὸ πᾶν ἐπιφημίζειν αὐτῷ τοῖς ὀλέθροις [175] τῶν ἁπάντων * ἀριθμῷ τε πολλῶν ὄντων καὶ βαρύτητα ἀνύποιστον ἐπιδειξαμένων καθ᾽ ἕκαστος ἦρξεν εἷς ὢν Γάιος σήμερον τεθνεὼς πλέω τε τῶν πάντων δεινὰ ἀπεδείξατο οὐ μόνον εἰς τοὺς συμπολίτας, ἀλλὰ καὶ εἰς τοὺς συγγενεῖς καὶ φίλους ἀπαίδευτον τὴν ὀργὴν ἐπαφιείς, ὁμοίως τοῖς ἅπασι καὶ μείζω κακὰ ἐντριβόμενος ἀδίκως τὴν τιμωρίαν εἰσπράσσεσθαι, ὠργικότων ὁμοίως εἴς τε ἀνθρώπους ἐξαγριώσας καὶ τοὺς θεούς. [176] τυραννίδι γὰρ οὐ κερδαίνεται τὸ ἡδὺ οὐδὲ μεθ᾽ ὕβρεως ἀποχρῆται, οὐκ εἰς τὰ χρήματα λελυπῆσθαι καὶ γαμετάς, ἀλλὰ τὸ πᾶν κέρδος ἐκ τοῦ πανοικεσίᾳ διοχλουμένου τῶν ἐχθρῶν. [177] ἐχθρὸν δὲ τυραννίδι πᾶν τὸ ἐλεύθερον, εἰς εὔνοιάν τε ἐκκαλεῖσθαι αὐτὴν καὶ τοῖς ἐν ὀλίγῳ τιθεμένοις ὁπόσα πεπόνθοιεν οὐκ ἔστιν. ἐξεπιστάμενοι γὰρ ὧν ἀναπλήσειαν κακῶν ἔστιν οὓς κἀκεῖνοι μεγαλοφρόνως καταφρονημάτων τε πρὸς τὴν τύχην, αὐτοὶ λανθάνειν αὐτοὺς ὧν πράξειαν μὴ δυνάμενοι μόνως πιστεύουσιν κτήσεσθαι τοῦ ὑπόπτου τὸ ἀδεές, εἰ παντελὲς αἱρεῖσθαι δυνηθεῖεν αὐτούς. [178] τοιούτων δὴ κακῶν ἀπογεγονότες καὶ ὑποτελεῖς ἀλλήλοις καταστάντες, αἵπερ πολιτειῶν ἐχεγγυώταται πρός τε τὸ παρὸν εὔνουν καὶ τὸ αὖθις ἀνεπιβούλευτον καὶ τὸ δόξαν οἰκείαν τῷ ὀρθουμένῳ τῆς πόλεως δικαιοί τε προνοῆσαι διὰ τὸ εἰς κοινὸν αὐτοῦ τὴν ὠφέλειαν ἀπαντᾶν καὶ ἀνταποφήνασθαι γνώμην, [179] οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας. [180] καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον: [181] τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετ᾽ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς. [182] πρῶτον δὲ τοῖς ἀραμένοις τὸν τύραννον τιμὰς αἵτινες μέγισται ταύτας εἰσενεγκεῖν, μάλιστα δὲ Χαιρέᾳ τῷ Κασσίῳ: σὺν γὰρ τοῖς θεοῖς εἷς ἀνὴρ οὗτος ποριστὴς ἡμῖν καὶ γνώμῃ καὶ χερσὶ τῆς ἐλευθερίας πέφηνεν. [183] οὗ καλὸν μὴ ἀμνημονεῖν, ἀλλ᾽ ἐπὶ τῆς τυραννίδος ὑπὲρ ἐλευθερίας τῆς ἡμετέρας προβεβουλευκότος τε ἅμα καὶ προκεκινδυνευκότος, ἐπὶ τῆς ἐλευθερίας ψηφίσασθαι τὰς τιμὰς πρῶτόν τε ἀνεπιτάκτους τοῦτο ἂν ἀποφήνασθαι. [184] ἔργον δὲ κάλλιστον καὶ ἐλευθέροις ἀνδράσι πρέπον ἀμείβεσθαι τοὺς εὐεργέτας, οἷος δὴ καὶ ἀνὴρ οὗτος περὶ ἡμᾶς πάντας γέγονεν οὐδὲν παραπλήσιος Κασσίῳ καὶ Βρούτῳ τοῖς Γάιον Ἰούλιον ἀνῃρηκόσιν, ἐπεί γε οἱ μὲν στάσεως καὶ πολέμων ἐμφυλίων ἀρχὰς ἐπανερρίπισαν τῇ πόλει, οὗτος δὲ μετὰ τῆς τυραννοκτονίας καὶ τῶν ἐντεῦθεν δεινῶν ἀπήλλαξεν τὴν πόλιν.’ [185]

Σέντιος μὲν τοιούτοις ἐχρῆτο τοῖς λόγοις καὶ τῶν βουλευτῶν ἡδονῇ δεχομένων καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν. ἀναπηδήσας δέ τις Τρεβέλλιος Μάξιμος περιαιρεῖται τὸν δακτύλιον τοῦ Σεντίου, λίθος δὲ εἰκόνα Γαΐου ἐγγεγλυμμένος ἐδεσμεύετο αὐτῷ, καὶ σπουδῇ τῶν λεγομένων καὶ ὧν ἐπενόει πράξειν, ὅπερ ᾤετο, ἐν λήθῃ γεγονότι * καὶ μὲν γλυφὴ κατάγνυται. [186] προεληλύθει δὲ νὺξ ἐπὶ μέγα, καὶ Χαιρέας δὲ σημεῖον ᾔτει τοὺς ὑπάτους, οἱ δὲ ἐλευθερίαν ἔδοσαν. ἐν θαύματι δὲ ἦν αὐτοῖς καὶ ὅμοια ἀπιστίᾳ τὰ δρώμενα: [187] ἔτει γὰρ ἑκατοστῷ, μεθ᾽ τὴν δημοκρατίαν τὸ πρῶτον ἀφῃρέθησαν, ἐπὶ τοὺς ὑπάτους σημείου παράδοσις: οὗτοι γὰρ πρότερον τυραννηθῆναι τὴν πόλιν κύριοι τῶν στρατιωτικῶν ἦσαν. [188] Χαιρέας δὲ τὸ σημεῖον λαβὼν παρεδίδου τῶν στρατιωτῶν τοῖς πρὸς τὴν σύγκλητον συνεστηκόσιν. ἦσαν δὲ εἰς σπείρας τέσσαρας, οἷς τὸ ἀβασίλευτον τιμιώτερον τῆς τυραννίδος προύκειτο. [189] καὶ οἵδε μὲν ἀπῄεσαν μετὰ τῶν χιλιάρχων, ἀνεχώρει δὲ ἤδη καὶ δῆμος περιχαρὴς καὶ ἐλπίδος καὶ φρονήματος ἐπὶ τῷ κτησαμένῳ τὴν ἡγεμονίαν αὐτοῖς, οὐκέτι ἐπὶ τῷ ἐφεστηκότι. καὶ τὰ πάντα ἦν Χαιρέας αὐτοῖς. [190]

Χαιρέας δὲ ἐν δεινῷ τιθέμενος περιεῖναι τὴν θυγατέρα Γαΐου καὶ τὴν γυναῖκα, ἀλλὰ μὴ πανοικὶ τὸν ὄλεθρον αὐτῷ συντυχεῖν, ἐπεὶ καὶ πᾶν τι ὑπολείποιτο αὐτῶν ἐπ᾽ ὀλέθρῳ τῆς πόλεως λειφθήσεσθαι καὶ τῶν νόμων, ἄλλως τε πρόθεσιν ἐσπουδακὼς τελειώσασθαι τὴν αὐτοῦ καὶ πάνυ εὐφρᾶναι μῖσος τὸ πρὸς Γάιον, Ἰούλιον ἐκπέμπει Λοῦππον ἕνα τῶν χιλιάρχων κτενοῦντα τήν τε γυναῖκα Γαΐου καὶ τὴν θυγατέρα. [191] Κλήμεντος δ᾽ ὄντι συγγενεῖ τῷ Λούππῳ τὴν ἐπὶ τοιοῖσδε προύθεσαν λειτουργίαν, ὅπως μετασχὼν κἂν ἐπὶ τοιούτοις τῆς τυραννοκτονίας ἀγάλλοιτο ἀρετῇ πρὸς τῶν πολιτικῶν, ὡς καὶ τοῦ παντὸς ἐπιβουλεύματος δόξειε κοινωνεῖν τὸ πρῶτον συνθεμένων. [192] ἐνίοις δὲ τῶν συνωμοτῶν καὶ ὠμὸν ἐδόκει τὸ ἐπὶ τῇ γυναικὶ θράσει χρησόμενον αὐτῷ διὰ τὸ Γάιον φύσει τῇ αὐτοῦ χρώμενον συμβουλῇ τῇ ἐκείνης τὰ πάντα πρᾶξαι, ἐξ ὧν τε πόλις ἀπηγορεύκει τοῖς κατειληφόσι κακοῖς καὶ τῶν πολιτῶν τι καὶ ἄνθος ἦν ἀπώλετο. [193] οἱ δὲ καὶ τῶν μὲν ἐπὶ τοιούτοις ἐνεκάλουν αὐτῇ γνώμην τὸ δὲ πᾶν καὶ τῶν ὑπὸ Γαΐου πεπραγμένων κακῶν ἐκείνῃ τὴν αἰτίαν ἐπέφερον φάρμακον τῷ Γαΐῳ δοῦσαν ἐννοιῶν δούλωσιν καὶ ἐρώτων ἐπαγωγὰς αὐτῇ ψηφιούμενον, εἰς μανίαν μεταστάντος τὰ πάντα αὐτὴν εἶναι τὴν νεναυπηγημένην ἐπὶ ταῖς Ῥωμαίων τύχαις καὶ τῆς ὑποτελούσης αὐτοῖς οἰκουμένης. [194] καὶ πέρας κυρωθὲν ὥστε αὐτὴν τελευτᾶν, οὐδὲν γὰρ οἱ ἀποσπεύδοντες οἷοί τε ὠφελεῖν ἦσαν, ἐστέλλετο Λοῦππος: ἐβραδύνετο δὲ οὐδὲν μελλήσει τῇ κατ᾽ αὐτόν, ὥστε μὴ οὐκ εἰς καιρὸν δεδιακονῆσθαι τοῖς ἀπεσταλκόσιν, θέλων ἐπ᾽ οὐδαμοῖς μεμπτὸς εἶναι τῶν ἐπ᾽ ὠφελείᾳ τοῦ δήμου πεποιημένων. [195] παρελθὼν δὲ ἐπὶ τοῦ βασιλείου λαμβάνει τὴν Καισωνίαν, γυνὴ δ᾽ ἦν τοῦ Γαΐου, παρακατακειμένην τῷ σώματι τοῦ ἀνδρὸς χαμαιπετεῖ καὶ πάντων ἐν ἀτυχίᾳ ὧν χαρίζοιτ᾽ ἂν νόμος τοῖς μεταστᾶσιν, αἵματί τε ἀναπεφυρμένην ἐκ τῶν τραυμάτων καὶ πολλῇ τῇ ταλαιπωρίᾳ συμφερομένην τῆς θυγατρὸς παρερριμμένης: ἠκούετό τε ἐν τοῖς τοιοῖσδε οὐδὲν ἕτερον κατάμεμψις τοῦ Γαΐου, ὡς πιθανὴν οὐ σχόντος πολλάκις προηγορευκυῖαν αὐτήν. [196] ἐπ᾽ ἀμφότερα δὲ οὗτος λόγος καὶ τότε εἰκάζετο καὶ νῦν ἐφ᾽ ὁμοίοις πρόκειται τῇ διανοίᾳ τῶν ἀκροατῶν πρὸς τι θελήσειαν ῥοπὰς τὰς αὐτοῦ προστιθέμενοι. οἱ μὲν γὰρ ἀποσημαίνειν ἔφασαν τὸν λόγον, ὡς συμβουλευομένης ἀποστάντα μανιῶν καὶ τοῦ εἰς τοὺς πολίτας ὠμοῦ μετρίως καὶ μετ᾽ ἀρετῆς ἐξηγεῖσθαι τῶν πραγμάτων, καὶ παρ᾽ αὐτὸν ἀπολέσθαι τρόπῳ τῷ αὐτοῦ χρώμενον. [197] οἱ δέ, ὡς λόγου τοῦ περὶ τῶν συνωμοτῶν ἐπιφοιτήσαντος Γαΐῳ κελεύσειεν μηδὲν εἰς ἀναβολὰς ἀλλ᾽ ἐκ τοῦ ὀξέος πάντας μεταχειρισάμενον αὐτούς, κἂν εἰ μηδὲν ἀδικοῖεν, ἐν ἀδεεῖ κινδύνων καταστῆναι, καὶ τοῦτ᾽ εἶναι τὸ ἐπονειδιζόμενον, ὡς προηγορευκυίας διαπράξασθαι μαλακῷ γεγονότι. [198] καὶ τὰ μὲν λεχθέντα ὑπὸ τῆς Καισωνίας καὶ ὁποῖα οἱ ἄνθρωποι περὶ αὐτῆς ἐφρόνουν ταῦτα ἦν. δὲ ἐπεὶ θεᾶται τὴν πρόσοδον τοῦ Λούππου τό τε σῶμα τοῦ Γαΐου προυδείκνυεν καὶ ἆσσον ἰέναι παρεκάλει μετ᾽ ὀλοφυρμοῦ καὶ δακρύων. [199] ἐπεὶ δὲ τῇ διανοίᾳ συνεστηκότα ἑώρα τὸν Λοῦππον, καὶ μηδὲν προσιόντα ὡς ἐπὶ πρᾶξιν οὐκ αὐτῷ κεχαρισμένην, γνωρίσασα ἐφ᾽ τι ἐχώρει τήν τε σφαγὴν ἐγύμνου καὶ πάνυ προθύμως ποτνιωμένη ὁποῖα εἰκὸς τοὺς οὕτω σαφῶς ἐν ἀπογνώσει τοῦ ζῆν γεγονότας καὶ κελεύουσα μὴ μέλλειν ἐπὶ τελειώσει τοῦ δράματος οὗ ἐπ᾽ αὐτοῖς συνέθεσαν. [200] καὶ ἥδε μὲν εὐψύχως ταύτῃ τελευτᾷ ὑπὸ τοῦ Λούππου καὶ ἐπ᾽ αὐτῇ τὸ θυγάτριον. καὶ Λοῦππος ταῦτα προαπαγγέλλων ἔσπευδεν τοῖς περὶ τὸν Χαιρέαν. [201]

Γάιος μὲν δὴ τέταρτον ἐνιαυτὸν ἡγεμονεύσας Ῥωμαίων λείποντα τεσσάρων μηνῶν οὕτως τελευτᾷ, ἀνὴρ καὶ πρότερον τῇ ἀρχῇ συνῆλθεν σκαιός τε καὶ κακοτροπίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος καὶ διὰ τοῦτο ἐφ᾽ οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφ᾽ ἑνὶ μόνῳ πιμπλάμενος τῷ ὑβρίζειν, εἰς οὓς ἥκιστα ἐχρῆν ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν. [202] καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς. [203] καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων: [204] ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν. [205] ἔργον δὲ μέγα βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἐπ᾽ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπ᾽ Αἰγύπτου σιτηγῶν πλοίων: [206] τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν: οὐ μὴν ἐπὶ τέλος γε ἀφίκετο, ἀλλ᾽ ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη. [207] αἴτιον δ᾽ ἦν περὶ τὰ ἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ καταμόνας ἔμελλον ὠφελεῖν, αὐτῷ ὑφαιρεῖν τῆς ἐπὶ τοῖς κρείσσοσιν ἀνωμολογημένοις φιλοτιμίας. [208] ἄλλως δὲ ῥήτωρ τε ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος συνίει τ᾽ ἐκ τοῦ παραχρῆμα καὶ τοῖς ὑφ᾽ ἑτέρων συντεθεῖσίν τε καὶ ἐκ πλείονος προσυγκειμένοις ἀντειπὼν ἐκ τοῦ ὀξέος φανῆναι πιθανώτερος ἐν μεγίστῳ πράγματι παρ᾽ ὁντινοῦν γενόμενος, εὐκολίᾳ τε εἰς αὐτὸ τῆς φύσεως καὶ τῷ εἰς ἰσχὺν αὐτῇ προσλαβεῖν μελέτην τοῦ ἐπιπονεῖν. [209] ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς ἐπρώτευσέν τε τῶν κατ᾽ αὐτὸν πολιτῶν. [210] οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐπελθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας: οὕτως ἄρα δυσπόριστον ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνῃ πάρεστιν. [211] φίλοις μὲν κεχρῆσθαι καὶ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατ᾽ ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρειττόνων, μέχρι δὴ τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφίασις εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐχρήσαντο μίσους ὑποφυέντος ὑπ᾽ αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: