previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[176]

Τῶν δὲ τεσσαράκοντα ἐτῶν παρὰ τριάκοντα ἡμέρας συμπεπληρωμένων Μωυσῆς ἐκκλησίαν ἐπὶ τῷ Ἰορδάνῃ συναγαγών, ὅπου νῦν πόλις ἐστὶν Ἀβίλη, φοινικόφυτον δ᾽ ἐστὶ τὸ χωρίον, συνελθόντος τοῦ λαοῦ παντὸς λέγει τοιάδε: [177]

Ἄνδρες συστρατιῶται καὶ τῆς μακρᾶς κοινωνοὶ ταλαιπωρίας, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατὸν ἠνυσμένον δεῖ με τοῦ ζῆν ἀπελθεῖν καὶ τῶν πέρα τοῦ Ἰορδάνου πραχθησομένων οὐ μέλλω βοηθὸς ὑμῖν ἔσεσθαι καὶ σύμμαχος κωλυόμενος ὑπὸ τοῦ θεοῦ, [178] δίκαιον ἡγησάμην μηδὲ νῦν ἐγκαταλιπεῖν τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον, ἀλλ᾽ ἀίδιόν τε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων. [179] φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖς τ᾽ ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου. πιστεύεσθαι δὲ ἄξιός εἰμι διά τε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετ᾽ ἀρετῆς πάσης ὁμιλεῖν. [180] παῖδες Ἰσραήλου, μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία θεὸς εὐμενής: μόνος γὰρ οὗτος δοῦναί τε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός, παρέχοντες ἑαυτοὺς οἵους αὐτός τε βούλεται κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ, οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτ᾽ παύσαισθε, ἀλλ᾽ ὧν τε νῦν ὑμῖν ἐστιν ἀγαθῶν κτῆσις βεβαία μενεῖ τῶν τε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν. [181] μόνον οἷς θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτ᾽ εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι. [182] θεοῦ γὰρ παρόντος ὑμῖν βοηθοῦ πάντων περιφρονεῖν εὔλογον. τῆς δ᾽ ἀρετῆς ἔπαθλα ὑμῖν μεγάλα κεῖται πρὸς ἅπαντα τὸν βίον κτησαμένοις: αὐτή γε τὸ πρῶτον ἀγαθῶν τὸ πρέσβιστόν ἐστιν, ἔπειτα καὶ τὴν τῶν ἄλλων χαρίζεται περιουσίαν, [183] ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. τούτων δ᾽ ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν. [184] ἄπειμι δ᾽ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμων τε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος. [185] θεός τε μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθ᾽ οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλ᾽ ἐφ᾽ ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ. [186] γνώμας τε ὑμῖν εἰσηγήσονται τὰς ἀρίστας, αἷς ἑπόμενοι τὴν εὐδαιμονίαν ἕξετε, ἀρχιερεὺς Ἐλεάζαρος καὶ Ἰησοῦς τε γερουσία καὶ τὰ τέλη τῶν φυλῶν, ὧν ἀκροᾶσθε μὴ χαλεπῶς, γινώσκοντες ὅτι πάντες οἱ ἄρχεσθαι καλῶς εἰδότες καὶ ἄρχειν εἴσονται παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ, [187] τήν τ᾽ ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι: νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα: [188] μηδὲ τὴν ἴσην ἐπὶ τούτοις ὀργήν ποτε λαμβάνετε, κατ᾽ ἐμοῦ πολλάκις ἐτολμήσατε χρῆσθαι: γινώσκετε γὰρ ὡς πλεονάκις ἐκινδύνευσα ὑφ᾽ ὑμῶν ἀποθανεῖν ὑπὸ τῶν πολεμίων. [189] ταῦτα δ᾽ οὐκ ὀνειδίζειν ὑμᾶς προεθέμην, οὐ γὰρ ἐπ᾽ ἐξόδου τοῦ ζῆν δυσχεραίνοντας καταλιπεῖν ἠξίουν εἰς τὴν ἀνάμνησιν φέρων μηδὲ παρ᾽ ὃν ἔπασχον αὐτὰ καιρὸν ἐν ὀργῇ γενόμενος, ἀλλ᾽ ὥστε τοῦ σωφρονήσειν ὑμᾶς εἰς τὸ μέλλον κατ᾽ αὐτό γε τοῦτ᾽ ἀσφαλὲς εἶναι, καὶ μηδὲν εἰς τοὺς προεστηκότας ἐξυβρίσαι διὰ πλοῦτον, ὃς ὑμῖν πολὺς διαβᾶσι τὸν Ἰορδάνην καὶ τὴν Χαναναίαν κτησαμέναις περιστήσεται. [190] ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπ᾽ αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήν τε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας. [191] ἔσται δ᾽ ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς μετάνοια καὶ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλ᾽ ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν. [192] ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην: βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια. [193] ἵνα δὲ μὴ δι᾽ ἀμαθίαν τοῦ κρείττονος φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε.’ [194]

Ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόν τε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοι τε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόν τε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα. [195] ὧν τε ἐπὶ τῆς ἐρήμου μετ᾽ ὀργῆς ὁμιλήσειαν αὐτῷ μετανοοῦντες ἤλγουν, ὡς ἅπαντα τὸν λαὸν εἰς δάκρυα προπεσόντα κρεῖττον καὶ τῆς ἐκ λόγου παρηγορίας τὸ ἐπ᾽ αὐτῷ ποιῆσαι πάθος. Μωυσῆς δ᾽ αὐτοὺς παρηγόρει, καὶ τοῦ δακρύων αὐτὸν ἄξιον ὑπολαμβάνειν ἀπάγων αὐτοὺς χρῆσθαι τῇ πολιτείᾳ παρεκάλει. καὶ τότε μὲν οὕτω διελύθησαν. [196]

Βούλομαι δὲ τὴν πολιτείαν πρότερον εἰπὼν τῷ τε Μωυσέος ἀξιώματι τῆς ἀρετῆς ἀναλογοῦσαν καὶ μαθεῖν παρέξων δι᾽ αὐτῆς τοῖς ἐντευξομένοις. οἷα τὰ καθ᾽ ἡμᾶς ἀρχῆθεν ἦν, ἐπὶ τὴν τῶν ἄλλων τραπέσθαι διήγησιν. γέγραπται δὲ πάνθ᾽ ὡς ἐκεῖνος κατέλιπεν οὐδὲν ἡμῶν ἐπὶ καλλωπισμῷ προσθέντων οὐδ᾽ ὅτι μὴ κατελέλοιπε Μωυσῆς. [197] νενεωτέρισται δ᾽ ἡμῖν τὸ κατὰ γένος ἕκαστα τάξαι: σποράδην γὰρ ὑπ᾽ ἐκείνου κατελείφθη γραφέντα καὶ ὡς ἕκαστόν τι παρὰ τοῦ θεοῦ πύθοιτο. τούτου χάριν ἀναγκαῖον ἡγησάμην προδιαστείλασθαι, μὴ καί τις ἡμῖν παρὰ τῶν ὁμοφύλων ἐντυχόντων τῇ γραφῇ μέμψις ὡς διημαρτηκόσι γένηται. [198] ἔχει δὲ οὕτως διάταξις ἡμῶν τῶν νόμων τῶν ἀνηκόντων εἰς τὴν πολιτείαν. οὓς δὲ κοινοὺς ἡμῖν καὶ πρὸς ἀλλήλους κατέλιπε τούτους ὑπερεθέμην εἰς τὴν περὶ ἐθῶν καὶ αἰτιῶν ἀπόδοσιν, ἣν συλλαμβανομένου τοῦ θεοῦ μετὰ ταύτην ἡμῖν τὴν πραγματείαν συντάξασθαι πρόκειται. [199]

Ἐπειδὰν τὴν Χαναναίων γῆν κτησάμενοι καὶ σχολὴν ἐν χρήσει τῶν ἀγαθῶν ἔχοντες πόλεις τὸ λοιπὸν ἤδη κτίζειν προαιρῆσθε, ταῦτα ποιοῦντες τῷ θεῷ φίλα πράξετε καὶ τὴν εὐδαιμονίαν βεβαίαν ἕξετε: [200] ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ δι᾽ ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖς τε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν. [201] δ᾽ ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω: θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν. [202]

δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω δι᾽ ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω. [203]

Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι: [204] καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας: ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι. [205]

Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει: δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν. [206]

Ἐκ μισθοῦ γυναικὸς ἡταιρημένης θυσίας μὴ τελεῖν: ἥδεσθαι γὰρ μηδενὶ τῶν ἀφ᾽ ὕβρεως τὸ θεῖον, χείρων δ᾽ οὐκ ἂν εἴη τῆς ἐπὶ τοῖς σώμασιν αἰσχύνης: ὁμοίως μηδ᾽ ἂν ἐπ᾽ ὀχεύσει κυνὸς ἤτοι θηρευτικοῦ ποιμνίων φύλακος λάβῃ τις μισθόν, ἐκ τούτου θύειν τῷ θεῷ. [207]

Βλασφημείτω δὲ μηδεὶς θεοὺς οὓς πόλεις ἄλλαι νομίζουσι. μηδὲ συλᾶν ἱερὰ ξενικά, μηδ᾽ ἂν ἐπωνομασμένον τινι θεῷ κειμήλιον λαμβάνειν. [208]

Μηδεὶς δ᾽ ἐξ ὑμῶν κλωστὴν ἐξ ἐρίου καὶ λίνου στολὴν φορείτω: τοῖς γὰρ ἱερεῦσι μόνοις ταύτην ἀποδεδεῖχθαι. [209]

Συνελθόντος δὲ τοῦ πλήθους εἰς τὴν ἱερὰν πόλιν ἐπὶ ταῖς θυσίαις δι᾽ ἐτῶν ἑπτὰ τῆς σκηνοπηγίας ἑορτῆς ἐνστάσης ἀρχιερεὺς ἐπὶ βήματος ὑψηλοῦ σταθείς, ἀφ᾽ οὗ γένοιτο ἐξάκουστος, ἀναγινωσκέτω τοὺς νόμους ἅπασι, καὶ μήτε γυνὴ μήτε παῖδες εἰργέσθωσαν τοῦ ἀκούειν, ἀλλὰ μηδὲ οἱ δοῦλοι: [210] καλὸν γὰρ ταῖς ψυχαῖς ἐγγραφέντας καὶ τῇ μνήμῃ φυλαχθῆναι μηδέποτε ἐξαλειφθῆναι δυναμένους. οὕτως γὰρ οὐδὲν ἁμαρτήσονται μὴ δυνάμενοι λέγειν ἄγνοιαν τῶν ἐν τοῖς νόμοις διωρισμένων, οἵ τε νόμοι πολλὴν πρὸς ἁμαρτάνοντας ἕξουσι παρρησίαν, ὡς προλεγόντων αὐτοῖς πείσονται καὶ ταῖς ψυχαῖς ἐγγραψάντων διὰ τῆς ἀκοῆς κελεύουσιν, [211] ὥστ᾽ εἶναι διὰ παντὸς ἔνδον αὐτοῖς τὴν προαίρεσιν αὐτῶν ἧς ὀλιγωρήσαντες ἠδίκησαν καὶ τῆς ζημίας αὑτοῖς αἴτιοι γεγόνασι. μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον. [212]

Δίς τε ἑκάστης ἡμέρας ἀρχομένης τε αὐτῆς καὶ ὁπότε πρὸς ὕπνον ὥρα τρέπεσθαι μαρτυρεῖν τῷ θεῷ τὰς δωρεάς, ἃς ἀπαλλαγεῖσιν αὐτοῖς ἐκ τῆς Αἰγυπτίων γῆς παρέσχε, δικαίας οὔσης φύσει τῆς εὐχαριστίας καὶ γενομένης ἐπ᾽ ἀμοιβῇ μὲν τῶν ἤδη γεγονότων ἐπὶ δὲ προτροπῇ τῶν ἐσομένων: [213] ἐπιγράφειν δὲ καὶ τοῖς θυρώμασιν αὐτῶν τὰ μέγιστα ὧν εὐεργέτησεν αὐτοὺς θεὸς ἔν τε βραχίοσιν ἕκαστον διαφαίνειν, ὅσα τε τὴν ἰσχὺν ἀποσημαίνειν δύναται τοῦ θεοῦ καὶ τὴν πρὸς αὐτοὺς εὔνοιαν φέρειν ἐγγεγραμμένα ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ βραχίονος, ὡς περίβλεπτον πανταχόθεν τὸ περὶ αὐτοὺς πρόθυμον τοῦ θεοῦ. [214]

Ἀρχέτωσαν δὲ καθ᾽ ἑκάστην πόλιν ἄνδρες ἑπτὰ οἱ καὶ τὴν ἀρετὴν καὶ τὴν περὶ τὸ δίκαιον σπουδὴν προησκηκότες: ἑκάστῃ δὲ ἀρχῇ δύο ἄνδρες ὑπηρέται διδόσθωσαν ἐκ τῆς τῶν Λευιτῶν φυλῆς. [215] ἔστωσαν δὲ καὶ οἱ δικάζειν λαχόντες ταῖς πόλεσιν ἐν πάσῃ τιμῇ, ὡς μήτε βλασφημεῖν ἐκείνων παρόντων μήτε θρασύνεσθαί τισιν ἐξεῖναι τῆς πρὸς τοὺς ἐν ἀξιώματι τῶν ἀνθρώπων αἰδοῦς αὐτῶν εὐλαβεστέρους, ὥστε τοῦ θεοῦ μὴ καταφρονεῖν, ἀπεργαζομένης. [216] οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτ᾽ ἄλλην τινὰ αἰτίαν προφέροι, καθ᾽ ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους: οὔτε γὰρ κέρδει χαριζομένους οὔτ᾽ ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους. [217] γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι: τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ. [218] ἂν δ᾽ οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπ᾽ αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δὲ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες τε ἀρχιερεὺς καὶ προφήτης καὶ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν. [219]

Εἷς δὲ μὴ πιστευέσθω μάρτυς, ἀλλὰ τρεῖς τὸ τελευταῖον δύο, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προβεβιωμένα. γυναικῶν δὲ μὴ ἔστω μαρτυρία διὰ κουφότητα καὶ θράσος τοῦ γένους αὐτῶν: μαρτυρείτωσαν δὲ μηδὲ δοῦλοι διὰ τὴν τῆς ψυχῆς ἀγένειαν, οὓς διὰ κέρδος εἰκὸς διὰ φόβον μὴ τἀληθῆ μαρτυρῆσαι. ἂν δέ τις ψευδομαρτυρήσας πιστευθῇ, πασχέτω ταῦτ᾽ ἐλεγχθεὶς ὅσα καταμαρτυρηθεὶς πάσχειν ἔμελλεν. [220]

Ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται δράσας μηδ᾽ ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι: μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν φόνος ἐπράχθη, καὶ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται νεκρὸς τὴν χώραν. [221] δ᾽ ἂν πλησιαιτάτη πόλις, οἱ ἐν αὐτῇ δημόσιοι πριάμενοι δάμαλιν καὶ κομίσαντες εἰς φάραγγα καὶ ἀνεπιτήδειον ἀρότρῳ καὶ φυτοῖς χωρίον τοὺς τένοντας κοψάτωσαν τῆς βοός, [222] καὶ χέρνιβας ἑλόμενοι ὑπὲρ κεφαλῆς τῆς βοὸς οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ γερουσία τῆς πόλεως ἐκείνης καθαρὰς ἀναβοησάτωσαν τὰς χεῖρας ἔχειν ἀπὸ τοῦ φόνου καὶ μήτε δρᾶσαι μήτε δρωμένῳ παρατυχεῖν, ἐπικαλεῖσθαι δὲ ἵλεω τὸν θεὸν καὶ μηκέτι τοιοῦτον δεινὸν συμβῆναι τῇ γῇ πάθος. [223]

Ἀριστοκρατία μὲν οὖν κράτιστον καὶ κατ᾽ αὐτὴν βίος, καὶ μὴ λάβῃ πόθος ὑμᾶς ἄλλης πολιτείας, ἀλλὰ ταύτην στέργοιτε καὶ τοὺς νόμους ἔχοντες δεσπότας κατ᾽ αὐτοὺς ἕκαστα πράττετε: ἀρκεῖ γὰρ θεὸς ἡγεμὼν εἶναι. βασιλέως δ᾽ εἰ γένοιτο ἔρως ὑμῖν, ἔστω μὲν οὗτος ὁμόφυλος, πρόνοια δ᾽ αὐτῷ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς διὰ παντὸς ἔστω. [224] παραχωροίη δὲ οὗτος τοῖς μὲν νόμοις καὶ τῷ θεῷ τὰ πλείονα τοῦ φρονεῖν, πρασσέτω δὲ μηδὲν δίχα τοῦ ἀρχιερέως καὶ τῆς τῶν γερουσιαστῶν γνώμης γάμοις τε μὴ πολλοῖς χρώμενος μηδὲ πλῆθος διώκων χρημάτων μηδ᾽ ἵππων, ὧν αὐτῷ παραγενομένων ὑπερήφανος ἂν τῶν νόμων ἔσοιτο. κωλυέσθω δ᾽, εἰ τούτων τι διὰ σπουδῆς ἔχοι, γίγνεσθαι τοῦ συμφέροντος ὑμῖν δυνατώτερος. [225]

Ὅρους γῆς μὴ ἐξέστω κινεῖν μήτε οἰκείας μήτ᾽ ἀλλοτρίας πρὸς οὕς ἐστιν ὑμῖν εἰρήνη, φυλαττέσθω δ᾽ ὥσπερ θεοῦ ψῆφον βεβαίαν εἰς αἰῶνα κειμένην ἀναιρεῖν, ὡς πολέμων ἐντεῦθεν καὶ στάσεων γινομένων ἐκ τοῦ πλεονεκτοῦντας προσωτέρω χωρεῖν βούλεσθαι τῶν ὅρων: μὴ γὰρ μακρὰν εἶναι τοῦ καὶ τοὺς νόμους ὑπερβαίνειν τοὺς τὸν ὅρον μετακινοῦντας. [226]

Γῆν φυτεύσας, πρὸ ἐτῶν τεσσάρων ἂν καρπὸν προβάλῃ τὰ φυτά, μήτε τῷ θεῷ ἀπαρχὰς ἐντεῦθεν ἀποφερέτω μήτ᾽ αὐτὸς χρήσθω: οὐ γὰρ κατὰ καιρὸν τοῦτον ὑπ᾽ αὐτῶν ἐνεχθῆναι, βιασαμένης δὲ τῆς φύσεως ἀώρως μήτε τῷ θεῷ ἁρμόζειν μήτ᾽ αὐτῷ τῷ δεσπότῃ χρῆσθαι. [227] τῷ δὲ τετάρτῳ τρυγάτω πᾶν τὸ γενόμενον, τότε γὰρ ὥριον εἶναι, καὶ συναγαγὼν εἰς τὴν ἱερὰν πόλιν κομιζέτω, καὶ σὺν τῇ δεκάτῃ τοῦ ἄλλου καρποῦ μετὰ τῶν φίλων εὐωχούμενος ἀναλισκέτω καὶ μετ᾽ ὀρφανῶν καὶ χηρευουσῶν γυναικῶν. πέμπτου δὲ ἔτους κύριος ἔστω τὰ φυτὰ καρποῦσθαι. [228]

Τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν: ἀρκεῖσθαι γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι. βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδὲν τῶν ἑτέρων ζῴων σὺν αὐτοῖς ὑπὸ ζεύγλην ἄγοντας, ἀλλὰ κατ᾽ οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα, καὶ μὴ σύνδυο καὶ τρία σπείρειν: οὐ γὰρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τὴν φύσιν. [229] μηδὲ κτήνεσιν ἐπάγειν ὅσα μὴ συγγενῆ: δέος γὰρ ἐκ τούτου μὴ διαβῇ καὶ μέχρι τῶν ἀνθρωπείων πρὸς τὸ ὁμόφυλον ἀτιμία τὴν ἀρχὴν ἀπὸ τῶν περὶ τὰ μικρὰ καὶ τὰ φαῦλα πρότερον λαβοῦσα. [230] δεῖ δὲ μηδὲν εἶναι τοιοῦτον συγκεχωρημένον, ἐξ οὗ κατὰ μίμησιν παρατροπή τις τῶν κατὰ τὴν πολιτείαν ἔσοιτο, ἀλλ᾽ ὡς οὐδὲ περὶ τῶν τυχόντων ἠμέληται τοῖς νόμοις εἰδόσι προνοεῖσθαι τοῦ κατ᾽ αὐτοὺς ἀμέμπτου. [231]

Ἀμῶντας δὲ καὶ συναιροῦντας τὰ θέρη μὴ καλαμᾶσθαι, καταλιπεῖν δέ τινα καὶ τῶν δραγμάτων τοῖς βίου σπανίζουσιν ἕρμαιον εἶναι τούτοις πρὸς διατροφήν: ὁμοίως δὲ καὶ τῆς τρύγης ἀπολιπεῖν τὰς ἐπιφυλλίδας τοῖς πένησι καὶ τῶν ἐλαιῶν παρεῖναί τι τοῦ καρποῦ πρὸς συλλογὴν τοῖς ἐξ ἰδίων οὐκ ἔχουσι μεταλαβεῖν: [232] οὐ τοσαύτη γὰρ ἂν ἐκ τῆς ἐπ᾽ ἀκριβὲς αὐτῶν συλλογῆς εὐπορία τοῖς δεσπόταις γένοιτο, ὅση χάρις ἐκ τῶν δεομένων ἔλθοι, τό τε θεῖον τὴν γῆν προθυμοτέραν εἰς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀπεργάσεται μὴ τοῦ κατ᾽ αὐτοὺς προνοουμένων λυσιτελοῦς, ἀλλὰ καὶ τῆς τῶν ἄλλων διατροφῆς λόγον ἐχόντων. [233] μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος: οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. [234] μηδὲ ὀπώρας ἀκμαζούσης κωλύειν ἅπτεσθαι τοὺς ὁδῷ βαδίζοντας, ἀλλ᾽ ὡς ἐξ οἰκείων αὐτοῖς ἐπιτρέπειν ἐμπίπλασθαι, κἂν ἐγχώριοι τυγχάνωσι κἂν ξένοι, χαίροντας ἐπὶ τῷ παρέχειν αὐτοῖς τῶν ὡραίων μεταλαμβάνειν: ἀποφέρεσθαι δ᾽ αὐτοῖς μηδὲν ἐξέστω. [235] μηδὲ τρυγῶντες ὧν ἂν εἰς τὰς ληνοὺς κομίζωσιν εἰργέτωσαν τοὺς ὑπαντιάζοντας ἐπεσθίειν: ἄδικον γὰρ ἀγαθῶν, κατὰ βούλησιν θεοῦ παρῆλθεν εἰς τὸν βίον, φθονεῖν τοῖς ἐπιθυμοῦσιν αὐτῶν μεταλαμβάνειν τῆς ὥρας ἐν ἀκμῇ τε οὔσης καὶ σπευδούσης ἀπελθεῖν: [236] ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἴη, κἂν ὑπ᾽ αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δ᾽ ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν θεὸς καθ᾽ ὥραν αὐτοῖς παρέσχεν. [237] ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κἀκείνοις μεταδιδόντων. [238] δὲ παρὰ ταῦτα ποιήσας πληγὰς μιᾷ λειπούσας τεσσαράκοντα τῷ δημοσίῳ σκύτει λαβὼν τιμωρίαν ταύτην αἰσχίστην ἐλεύθερος ὑπομενέτω, ὅτι τῷ κέρδει δουλεύσας ὕβρισε τὸ ἀξίωμα: [239] καλῶς γὰρ ὑμῖν ἔχει πεπειραμένοις ἐν Αἰγύπτῳ συμφορῶν καὶ κατὰ τὴν ἐρημίαν πρόνοιαν τῶν ἐν τοῖς ὁμοίοις ὑπαρχόντων ποιεῖσθαι, καὶ τυχόντας εὐπορίας ἐξ ἐλέου καὶ προνοίας τοῦ θεοῦ τὴν αὐτὴν ταύτην ἐξ ὁμοίου πάθους ἀπομερίζειν τοῖς δεομένοις. [240]

Ταῖς δὲ δεκάταις ταῖς δυσίν, ἃς ἔτους ἑκάστου προεῖπον τελεῖν, τὴν μὲν τοῖς Λευίταις, τὴν δ᾽ ἑτέραν πρὸς τὰς εὐωχίας, τρίτην πρὸς αὐταῖς κατὰ τὸ ἔτος τρίτον συμφέρειν εἰς διανέμησιν τῶν σπανιζόντων γυναιξί τε χήραις καὶ παισὶν ὀρφανοῖς: [241] τῶν δ᾽ ὡραίων τι καὶ πρῶτον ἑκάστῳ τύχῃ γενόμενον εἰς τὸ ἱερὸν κομιζέτωσαν, καὶ τὸν θεὸν ὑπὲρ τῆς ἐνεγκαμένης αὐτὸ γῆς, ἣν αὐτοῖς κτήσασθαι παρέσχεν, εὐλογήσαντες θυσίας ἃς νόμος αὐτοῖς ἐπιφέρειν κελεύει ἐπιτελέσαντες τούτων τὰ προτέλεια τοῖς ἱερεῦσι διδότωσαν. [242] ἐπειδὰν δὲ ταῦτά τις ποιήσας καὶ πάντων τὰς δεκάτας ἅμα ταῖς εἰς τοὺς Λευίτας καὶ τὰς εὐωχίας ἀπενηνοχὼς ἀπιέναι μέλλῃ πρὸς αὑτὸν οἴκαδε, στὰς ἀντικρὺ τοῦ τεμενίσματος εὐχαριστησάτω μὲν τῷ θεῷ, ὅτι τῆς ἀπ᾽ Αἰγυπτίων αὐτοὺς ὕβρεως ἀπαλλάξας γῆν αὐτοῖς ἀγαθὴν καὶ πολλὴν ἔδωκε καρποῦσθαι, [243] μαρτυράμενος δὲ ὡς τάς τε δεκάτας κατὰ τοὺς Μωυσέος τελέσειε νόμους αἰτησάσθω τὸν θεὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ διὰ παντὸς εἶναι καὶ κοινῇ πᾶσιν Ἑβραίοις διαμένειν, φυλάττοντα μὲν δέδωκεν αὐτοῖς ἀγαθὰ προσκτήσασθαι δὲ ὅσα δύναται χαρίζεσθαι. [244]

Γαμείτωσαν δὲ ἐν ὥρᾳ γάμου γενόμενοι παρθένους ἐλευθέρας γονέων ἀγαθῶν, δὲ μὴ μέλλων ἄγεσθαι παρθένον μὴ ζευγνύσθω συνοικοῦσαν ἄλλῳ νοθεύσας μηδὲ λυπῶν τὸν πρότερον αὐτῆς ἄνδρα: δούλας δὲ μὴ γαμεῖσθαι τοῖς ἐλευθέροις, μηδ᾽ ἂν ὑπ᾽ ἔρωτος πρὸς τοῦτό τινες ἐκβιάζωνται, κρατεῖν δὲ τῆς ἐπιθυμίας τὸ εὐπρεπὲς καὶ τοῖς ἀξιώμασι πρόσφορον. [245] ἔτι μηδὲ ἡταιρημένης εἶναι γάμον, ἧς δι᾽ ὕβριν τοῦ σώματος τὰς ἐπὶ τῷ γάμῳ θυσίας θεὸς οὐκ ἂν προσοῖτο: γένοιτο γὰρ ἂν οὕτω τῶν παίδων τὰ φρονήματα ἐλευθέρια καὶ πρὸς ἀρετὴν ὄρθια, εἰ μὴ τύχοιεν ἐκ γάμων φύντες αἰσχρῶν, μηδ᾽ ἐξ ἐπιθυμίας οὐκ ἐλευθερίας συνελθόντων. [246] εἴ τις ὡς παρθένον μνηστευσάμενος ἔπειτα μὴ τοιαύτην εὕροι, δίκην λαχὼν αὐτὸς μὲν κατηγορείτω χρώμενος εἰς ἀπόδειξιν οἷς ἂν ἔχῃ τεκμηρίοις, ἀπολογείσθω δὲ τῆς κόρης πατὴρ ἀδελφὸς ὃς ἂν μετὰ τούτους ἐγγυτέρω δοκῇ τοῦ γένους. [247] καὶ κριθεῖσα μὲν κόρη μὴ ἀδικεῖν συνοικείτω τῷ κατηγορήσαντι μηδεμίαν ἐξουσίαν ἔχοντος ἐκείνου ἀποπέμπεσθαι αὐτήν, πλὴν εἰ μὴ μεγάλας αἰτίας αὐτῷ παράσχοι καὶ πρὸς ἃς οὐδ᾽ ἀντειπεῖν δυνηθείη. [248] τοῦ δὲ τολμηρῶς καὶ προπετῶς ἐπενεγκεῖν αἰτίαν καὶ διαβολὴν πρόστιμον ἐκτινύτω πληγὰς τεσσαράκοντα μιᾷ λειπούσας λαμβάνων καὶ πεντήκοντα σίκλους ἀποτινύτω τῷ πατρί. ἂν δ᾽ ἐξελέγξῃ τὴν παιδίσκην ἐφθαρμένην, δημότις μὲν οὖσα τοῦ μὴ σωφρόνως προστῆναι τῆς παρθενίας ἄχρι νομίμων γάμων καταλευέσθω, ἂν δ᾽ ἐξ ἱερέων γεγενημένη, καιέσθω ζῶσα. [249] δύο γυναικῶν οὐσῶν τινι, καὶ τῆς μὲν ἑτέρας ἐν τιμῇ σφόδρα καὶ εὐνοίᾳ κειμένης δι᾽ ἔρωτα καὶ κάλλος κατ᾽ ἄλλην αἰτίαν, τῆς δ᾽ ἑτέρας ἐν ἐλάττονι μοίρᾳ τυγχανούσης, ἂν ἐκ τῆς ἀγαπωμένης παῖς γενόμενος νεώτερος ὢν τοῦ ἐκ τῆς ἑτέρας φύντος ἀξιοῖ διὰ τὴν πρὸς τὴν μητέρα τοῦ πατρὸς εὔνοιαν τῶν πρεσβείων τυγχάνειν, ὥστε διπλοῦν τὸ μέρος τῆς πατρῴας οὐσίας ἐκλαμβάνειν, τοῦτο γὰρ ἐν τοῖς νόμοις διεταξάμην, μὴ συγκεχωρήσθω: [250] ἄδικον γὰρ τὸν τῇ γενέσει πρεσβύτερον, ὅτι τὰ τῆς μητρὸς αὐτῷ ἥττονα παρὰ τῇ διαθέσει τοῦ πατρός, τῶν ὀφειλομένων αὐτῷ στερεῖσθαι. [251] κόρην ἄλλῳ κατηγγυημένην φθείρας, εἰ μὲν πείσας καὶ πρὸς τὴν φθορὰν συγκάταινον λαβών, ἀποθνησκέτω σὺν αὐτῇ: πονηροὶ γὰρ ὁμοίως ἑκάτεροι, μὲν τὸ αἴσχιστον πείσας ἑκουσίως ὑπομεῖναι καὶ προτιμῆσαι τοῦτο τοῦ ἐλευθέρου γάμου τὴν κόρην, δὲ παρασχεῖν ἑαυτὴν πεισθεῖσα δι᾽ ἡδονὴν διὰ κέρδος πρὸς τὴν ὕβριν: [252] ἐὰν δέ που μόνῃ περιπεσὼν βιάσηται μηδενὸς βοηθοῦ παρόντος, μόνος ἀποθνησκέτω. φθείρας παρθένον μήπω κατηγγυημένην αὐτὸς γαμείτω: ἢν δὲ τῷ πατρὶ τῆς κόρης μὴ δόξῃ συνοικίζειν αὐτῷ, πεντήκοντα σίκλους τιμὴν τῆς ὕβρεως καταβαλλέτω. [253] γυναικὸς δὲ τῆς συνοικούσης βουλόμενος διαζευχθῆναι καθ᾽ ἁσδηποτοῦν αἰτίας, πολλαὶ δ᾽ ἂν τοῖς ἀνθρώποις τοιαῦται γίγνοιντο, γράμμασι μὲν περὶ τοῦ μηδέποτε συνελθεῖν ἰσχυριζέσθω: λάβοι γὰρ ἂν οὕτως ἐξουσίαν συνοικεῖν ἑτέρῳ, πρότερον γὰρ οὐκ ἐφετέον: εἰ δὲ καὶ πρὸς ἐκεῖνον κακωθείη καὶ τελευτήσαντος αὐτοῦ θελήσειε γαμεῖν πρότερος, μὴ ἐξεῖναι αὐτῇ ἐπανιέναι. [254] τὴν ἄτεκνον τἀνδρὸς αὐτῇ τετελευτηκότος ἀδελφὸς ἐκείνου γαμείτω καὶ τὸν παῖδα τὸν γενόμενον τῷ τοῦ τεθνεῶτος καλέσας ὀνόματι τρεφέτω τοῦ κλήρου διάδοχον: τοῦτο γὰρ καὶ τοῖς δημοσίοις λυσιτελήσει γιγνόμενον τῶν οἴκων οὐκ ἐκλειπόντων καὶ τῶν χρημάτων τοῖς συγγενέσι μενόντων, καὶ ταῖς γυναιξὶ κουφισμὸν οἴσει τῆς συμφορᾶς τοῖς ἔγγιστα τῶν προτέρων ἀνδρῶν συνοικούσαις. [255] ἐὰν δὲ μὴ βούληται γαμεῖν ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα γυνὴ μαρτυράσθω τοῦθ᾽, ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄν τε μικρὰν ἄν τε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω: [256] ὑπολύσασα δ᾽ αὐτὸν γυνὴ τἀδελφοῦ τὰ σάνδαλα, καὶ πτύουσα αὐτοῦ εἰς τὸ πρόσωπον τούτων αὐτὸν ἄξιον εἶναι παρ᾽ αὐτῆς λεγέτω τυγχάνειν ὑβρίσαντα τὴν τοῦ κατοιχομένου μνήμην. καὶ μὲν ἐκ τῆς γερουσίας ἀπίτω τοῦτ᾽ ἔχων ὄνειδος πρὸς ἅπαντα τὸν βίον, δ᾽ ᾧπερ ἂν βουληθῇ τινι τῶν δεομένων γαμείσθω. [257] ἂν δ᾽ αἰχμάλωτόν τις λάβῃ παρθένον ἄν τε καὶ γεγαμημένην, βουλομένῳ συνοικεῖν μὴ πρότερον ἐξέστω εὐνῆς ἅψασθαι καὶ κοινωνίας, πρὶν ξυραμένην αὐτὴν καὶ πένθιμον σχῆμα ἀναλαβοῦσαν ἀποθρηνῆσαι συγγενεῖς καὶ φίλους τοὺς ἀπολωλότας ἐν τῇ μάχῃ, [258] ὅπως τὸ ἐπ᾽ αὐτοῖς κορέσασα λυπηρὸν ἔπειθ᾽ οὕτως ἐπ᾽ εὐωχίας τράπηται καὶ γάμους: καλὸν γὰρ εἶναι καὶ δίκαιον παιδοποιὸν παραλαμβάνοντα θεραπεύειν αὐτῆς τὸ βουλητὸν, ἀλλὰ μὴ τὴν ἰδίαν ἡδονὴν διώκοντα μόνον τοῦ κατ᾽ αὐτὴν ἀμελεῖν κεχαρισμένου. [259] τριάκοντα δ᾽ ἡμερῶν τῷ πένθει διελθουσῶν, αὐτάρκεις γὰρ ἐπὶ τοῖς δακρύοις αὗται τῶν φιλτάτων ταῖς φρονίμοις, τότε χωρεῖν ἐπὶ τὸν γάμον. εἰ δ᾽ ἐμπλησθεὶς τῆς ἐπιθυμίας ὑπερηφανεύσειεν αὐτὴν γαμετὴν ἔχειν, μηκέτ᾽ ἐξουσίαν ἐχέτω καταδουλοῦν αὐτήν, ἀλλ᾽ ὅπη βούλεται χωρεῖν ἀπίτω τοῦτο ἐλεύθερον ἔχουσα. [260]

Ὅσοι δ᾽ ἂν τῶν νέων περιφρονῶσι τοὺς γονεῖς καὶ τὴν τιμὴν αὐτοῖς μὴ νέμωσιν δι᾽ αἰσχύνην διὰ σύνεσιν ἐξυβρίζοντες εἰς αὐτούς, πρῶτον μὲν λόγοις αὐτοὺς νουθετείτωσαν οἱ πατέρες, αὐτάρκεις γὰρ ἐφ᾽ υἱάσιν οὗτοι δικασταί, [261] συνελθεῖν μὲν ἀλλήλοις οὐχ ἡδονῆς ἕνεκα λέγοντες οὐδὲ τῆς τῶν χρημάτων αὐξήσεως κοινῶν τῶν ἑκατέροις ὑπαρχόντων γενομένων, ἀλλ᾽ ὅπως παίδων τύχωσιν, οἳ γηρωκομήσουσιν αὐτοὺς καὶ ὧν ἂν δέωνται παρ᾽ αὐτῶν ἕξουσι, ‘γενόμενόν τε μετὰ χαρᾶς καὶ τοῦ τῷ θεῷ χάριν εἰδέναι τὴν μεγίστην ἀράμενοι διὰ σπουδῆς ἀνεθρέψαμεν μηδενὸς φειδὼ ποιούμενοι τοῦ καὶ δόξαντος εἰς σωτηρίαν τὴν σὴν καὶ παιδείαν τῶν ἀρίστων εἶναι χρησίμου. [262] νῦν δέ, συγγνώμην γὰρ χρὴ νέμειν ἐφ᾽ ἁμαρτήμασι νέων, ἀπόχρη σοι ὅσα τῆς εἰς ἡμᾶς τιμῆς ὠλιγώρησας, καὶ μεταβαλοῦ πρὸς τὸ σωφρονέστερον λογισάμενος καὶ τὸν θεὸν ἐπὶ τοῖς εἰς πατέρας τολμωμένοις χαλεπῶς ἔχειν, ὅτι καὶ αὐτὸς πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ἐστὶ καὶ συνατιμοῦσθαι δοκεῖ τοῖς τὴν αὐτὴν αὐτῷ προσηγορίαν ἔχουσιν οὐχ ὧν προσῆκεν αὐτοῖς παρὰ τῶν παίδων τυγχανόντων, καὶ νόμος κολαστὴς γίνεται τῶν τοιούτων ἀπαραίτητος, οὗ σὺ μὴ πειραθείης.’ [263] κἂν μὲν τούτοις θεραπεύηται τὸ τῶν νέων αὔθαδες, ἀπαλλαττέσθωσαν τῶν ἐπὶ τοῖς ἠγνοημένοις ὀνειδῶν. οὕτως γὰρ ἂν τε νομοθέτης ἀγαθὸς εἴη καὶ οἱ πατέρες εὐτυχεῖς οὐκ ἐπιδόντες οὔτε υἱὸν κολαζόμενον οὔτε θυγατέρα. [264] οὐδ᾽ ἂν οἱ λόγοι καὶ παρ᾽ αὐτῶν διδασκαλία τοῦ σωφρονεῖν τὸ μηδὲν εἶναι φανῶσιν, ἐχθροὺς δ᾽ ἀσπόνδους αὑτῷ ποιῇ τοὺς νόμους τοῖς συνεχέσι κατὰ τῶν γονέων τολμήμασι, προαχθεὶς ὑπ᾽ αὐτῶν τούτων ἔξω τῆς πόλεως τοῦ πλήθους ἑπομένου καταλευέσθω καὶ μείνας δι᾽ ὅλης τῆς ἡμέρας εἰς θέαν τὴν ἁπάντων θαπτέσθω νυκτός. [265] οὕτως δὲ καὶ οἱ ὁπωσοῦν ὑπὸ τῶν νόμων ἀναιρεθῆναι κατακριθέντες. θαπτέσθωσαν δὲ καὶ οἱ πολέμιοι καὶ νεκρὸς μηδὲ εἷς ἄμοιρος γῆς κείσθω περαιτέρω τοῦ δικαίου τιμωρίαν ἐκτίνων. [266]

Δανείζειν δ᾽ Ἑβραίων ἐπὶ τόκοις ἐξέστω μηδενὶ μήτε βρωτὸν μήτε ποτόν: οὐ γὰρ δίκαιον προσοδεύεσθαι τοῦ ὁμοφύλου τὰς τύχας, ἀλλὰ βοηθήσαντας ταῖς χρείαις αὐτοῦ κέρδος εἶναι νομίζειν τήν τ᾽ ἐκείνων εὐχαριστίαν καὶ τὴν ἀμοιβὴν τὴν παρὰ τοῦ θεοῦ γενησομένην ἐπὶ τῇ χρηστότητι. [267]

Οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθ᾽ ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες. [268] ἂν δὲ ἀναισχυντῶσι περὶ τὴν ἀπόδοσιν, μὴ περὶ τὴν οἰκίαν βαδίσαντας ἐνεχυριάζειν πρὶν δίκη περὶ τούτου γένηται: τὸ δ᾽ ἐνέχυρον αἰτεῖν ἔξω καὶ τὸν ὀφείλοντα κομίζειν δι᾽ αὐτοῦ μηδὲν ἀντιλέγοντα τῷ μετὰ νόμου βοηθείας ἐπ᾽ αὐτὸν ἥκοντι. [269] κἂν μὲν εὔπορος ἐνεχυρασμένος, κατεχέτω τοῦτο μέχρι τῆς ἀποδόσεως δεδανεικώς, ἂν δὲ πένης, ἀποτιθέτω πρὶν ἡλίου δυσμῶν, καὶ μάλιστ᾽ ἂν ἱμάτιον τὸ ἐνέχυρον, ὅπως εἰς ὕπνον ἔχῃ τοῦτο, φύσει τοῦ θεοῦ τοῖς πενομένοις ἔλεον νέμοντος. [270] μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στερῶνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδ᾽ ὑπ᾽ ἐνδείας πάθωσί τι τῶν χειρόνων. [271]

Ἐπ᾽ ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία, δὲ χρυσὸν ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. κτείνας δ᾽ ἐπὶ τοῖς κατ᾽ οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κἂν εἰ πρὸς διορύγματι τειχίου. [272] βόσκημα δὲ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δ᾽ ὑπὲρ τούτου καταβαλλέτω. δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις. [273]

Πραθεὶς δὲ ὁμοφύλῳ τις ἓξ ἔτη δουλευέτω, τῷ δ᾽ ἑβδόμῳ ἐλεύθερος ἀφείσθω: ἐὰν δὲ τέκνων αὐτῷ γενομένων ἐκ δούλης παρὰ τῷ πριαμένῳ διὰ τὴν εὔνοιαν καὶ τὴν πρὸς τὰ οἰκεῖα φιλοστοργίαν βούληται δουλεύειν, ἐνιαυτοῦ ἐνστάντος τοῦ ἰοβήλου, πεντηκοστὸς δὲ ἐνιαυτός ἐστιν, ἐλευθερούσθω καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα ἐλευθέραν ἐπαγόμενος. [274]

Ἐὰν δέ τις χρυσίον ἀργύριον εὕρῃ καθ᾽ ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατ᾽ ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρ᾽ αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια. [275]

Μὴ ἐξεῖναι δὲ παριέναι κτηνῶν τινι κακοπαθούντων ὑπὸ χειμῶνος πεπτωκότων ἐν πηλῷ, συνδιασώζειν δὲ καὶ τὸν πόνον οἰκεῖον ἡγησάμενον βοηθεῖν. [276]

Μηνύειν δὲ καὶ τὰς ὁδοὺς τοῖς ἀγνοοῦσι, καὶ μὴ γέλωτα θηρωμένους αὑτοῖς ἐμποδίζειν πλάνῃ τὴν ἑτέρου χρείαν.

Ὁμοίως μηδὲ βλασφημείτω τις τὸν ἀπόντα καὶ τὸν ἐνεόν. [277]

Ἐν μάχῃ τις ὅπου μὴ σίδηρος πληγεὶς παραχρῆμα μὲν ἀποθανὼν ἐκδικείσθω ταὐτὸν παθόντος τοῦ πεπληχότος. ἂν δὲ κομισθεὶς παρ᾽ ἑαυτὸν καὶ νοσήσας ἐπὶ πλείονας ἡμέρας ἔπειτ᾽ ἀποθάνῃ, ἀθῷος ἔστω πλήξας, σωθέντος δὲ καὶ πολλὰ δαπανήσαντος εἰς τὴν νοσηλείαν ἀποτινέτω πάνθ᾽ ὅσα παρὰ τὸν χρόνον τῆς κατακλίσεως ἀνάλωσε καὶ ὅσα τοῖς ἰατροῖς ἔδωκεν. [278] γυναῖκα λακτίσας ἔγκυον, ἂν μὲν ἐξαμβλώσῃ γυνὴ ζημιούσθω χρήμασιν ὑπὸ τῶν δικαστῶν ὡς παρὰ τὸ διαφθαρὲν ἐν τῇ γαστρὶ μειώσας τὸ πλῆθος, διδόσθω δὲ καὶ τῷ ἀνδρὶ τῆς γυναικὸς παρ᾽ αὐτοῦ χρήματα: θνησκούσης δ᾽ ἐκ τῆς πληγῆς καὶ αὐτὸς ἀποθνησκέτω ψυχὴν ἀντὶ ψυχῆς καταθέσθαι δικαιοῦντος τοῦ νόμου. [279]

Φάρμακον μήτε θανάσιμον μήτε τῶν εἰς ἄλλας βλάβας πεποιημένων Ἰσραηλιτῶν ἐχέτω μηδὲ εἷς: ἐὰν δὲ κεκτημένος φωραθῇ τεθνάτω, τοῦτο πάσχων διέθηκεν ἂν ἐκείνους καθ᾽ ὧν τὸ φάρμακον ἦν παρεσκευασμένον. [280]

Πηρώσας πασχέτω τὰ ὅμοια στερούμενος οὗπερ ἄλλον ἐστέρησε, πλὴν εἰ μήτι χρήματα λαβεῖν ἐθελήσειεν πεπηρωμένος, αὐτὸν τὸν πεπονθότα κύριον τοῦ νόμου ποιοῦντος τιμήσασθαι τὸ συμβεβηκὸς αὐτῷ πάθος καὶ συγχωροῦντος, εἰ μὴ βούλεται γενέσθαι πικρότερος. [281]

Βοῦν τοῖς κέρασι πλήττοντα δεσπότης ἀποσφαττέτω: εἰ δ᾽ ἐφ᾽ ἅλωος κτείνειέ τινα πλήξας, αὐτὸς μὲν καταλευσθεὶς ἀποθνησκέτω μηδ᾽ εἰς τροφὴν εὔχρηστος εἶναι κατηξιωμένος, ἐὰν δὲ καὶ δεσπότης ἐλέγχηται προειδὼς αὐτοῦ τὴν φύσιν καὶ μὴ φυλαξάμενος, ἀποθνησκέτω ὡς αἴτιος τῷ ὑπὸ τοῦ βοὸς ἀνῃρημένῳ γεγενημένος. [282] ἐὰν δὲ δοῦλον θεράπαιναν ἀποκτείνῃ βοῦς, αὐτὸς μὲν καταλιθούσθω, τριάκοντα δὲ σίκλους κύριος τοῦ βοὸς ἀποτινέτω τῷ δεσπότῃ τοῦ ἀνῃρημένου. βοῦς δὲ ἐὰν οὕτως πληγεὶς ἀποθάνῃ, πωλείσθωσαν καὶ τεθνεὼς καὶ πλήξας καὶ τὴν τιμὴν τὴν ἀμφοτέρων οἱ δεσπόται αὐτῶν διανεμέσθωσαν. [283]

Οἱ φρέαρ λάκκον ὀρύξαντες ἐπιμελὲς ποιείσθωσαν ὥστε σανίδων ἐπιβολαῖς ἔχειν κεκλεισμένα, οὐχ ὅπως τινὲς εἴργοιντο ὑδρείας, ἀλλ᾽ ἵνα μηδεὶς κίνδυνος ὡς ἐμπεσουμένοις . [284] οὗ δ᾽ ἂν εἰς ὄρυγμα τοιοῦτον μὴ κλειστὸν ἐμπεσὸν βόσκημά τινος διαφθαρῇ, τὴν τιμὴν αὐτοῦ τῷ δεσπότῃ καταβαλλέτω. περιβαλλέσθω δὲ καὶ τοῖς στέγεσιν ἅπερ ὡς ἀντὶ τείχους ὄντα οὐκ ἐάσει τινὰς ἀποκυλισθέντας ἀπολέσθαι. [285]

Παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα παραλαβὼν φυλακῆς ἀξιούτω, καὶ μηδεὶς ἀποστερῆσαι θρασυνθείη τὸν πεπιστευκότα μήτ᾽ ἀνὴρ μήτε γυνή, μηδ᾽ εἰ χρυσὸν ἄπειρον μέλλοι κερδαίνειν, καταφρονῶν τῷ μηδένα εἶναι τὸν ἐξελέγξοντα. [286] καθόλου μὲν γὰρ τὸ συνειδὸς ἐπιστάμενον τὸ αὐτοῦ προσῆκεν ἕκαστον εὖ πράττειν, καὶ μάρτυρι ἀρκούμενος αὐτῷ πάντα ποιείτω παρ᾽ ἄλλων ἔπαινον αὐτῷ παρέξει, μάλιστα δὲ τὸν θεόν, ὃν οὐδεὶς πονηρὸς ὢν λανθάνει. [287] εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὐτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν οὐδὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω. χρησάμενος δὲ κἂν ἐλαχίστῳ μέρει τῶν πεπιστευμένων ἂν ἀπολέσας τύχῃ τὰ λοιπὰ πάντα ἔλαβεν ἀποδοῦναι κατεγνώσθω. [288] ὁμοίως δὲ τῷ περὶ παρακαταθηκῶν κἂν μισθόν τις ἀποστερήσῃ τῶν ἐπὶ σώμασι τοῖς αὐτῶν ἐργαζομένων, μεμισήσθω. ὅθεν οὐκ ἀποστερητέον ἀνδρὸς πένητος μισθὸν εἰδότας, ὡς ἀντὶ γῆς καὶ τῶν ἄλλων κτημάτων θεὸς αὐτῷ τοῦτον εἴη παρεσχηκώς: ἀλλὰ μηδὲ ἀναβάλλεσθαι τὴν ἀπόδοσιν, ἀλλ᾽ αὐθημερὸν ἐκτίνειν ὡς οὐ βουλομένου τοῦ θεοῦ τῆς ἐξ ὧν πεπόνηκε χρήσεως ὑστερεῖν τὸν ἐργασάμενον. [289]

Παῖδας ὑπὲρ ἀδικίας πατέρων μὴ κολάζειν, ἀλλὰ διὰ τὴν ἐκείνων αὐτῶν ἀρετὴν οἴκτου μᾶλλον ἀξιοῦν, ὅτι μοχθηρῶν ἐγένοντο πατέρων, μίσους φύντας ἐκ φαύλων. οὐ μὴν οὐδὲ πατράσιν υἱῶν ἁμαρτίαν λογιστέον τῶν νέων πολλὰ παρὰ τὴν ἡμετέραν διδασκαλίαν αὐτοῖς ἐπιτρεπόντων ὑπερηφανίᾳ τοῦ διδάσκεσθαι. [290]

Γάλλους ἐκτρέπεσθαι καὶ σύνοδον φεύγειν τὴν μετ᾽ αὐτῶν ἀφελομένων αὑτοὺς τὸ ἄρρεν καὶ τὸν τῆς παιδοποιίας καρπόν, ὃν ἀνθρώποις ἐπ᾽ αὐξήσει τοῦ γένους ἡμῖν θεὸς παρέσχεν, ἐλαύνειν δὲ οὕτως ὡς ἐπὶ τέκνων σφαγῇ καὶ πρὸς τούτῳ ἀπολλύντας τὸ ἐκείνων αἴτιον: [291] δῆλον γάρ, ὡς τῆς ψυχῆς αὐτοῖς τεθηλυσμένης μετεκοσμήσαντο πρὸς τοῦτο καὶ τὸ σῶμα: ὁμοίως δὲ καὶ πᾶν τὸ νομιζόμενον τέρας τοῖς ὁρῶσι. μὴ ἐξεῖναι δὲ ποιεῖν ἐκτομίας μήτε ἀνθρώπους μήτε τῶν ἄλλων ζῴων. [292]

Αὕτη μὲν οὖν ὑμῖν εἰρηνικὴ τῶν νόμων κατὰ τὴν πολιτείαν διάταξις ἔστω: καὶ θεὸς εὐμενὴς ἀστασίαστον αὐτῆς τὸν κόσμον παρέξεται, γένοιτο δὲ χρόνος μηδὲ εἷς, ὃς καινίσει τι τούτων καὶ πρὸς τὸ ἐναντίον μεταβαλεῖ. [293] ἐπεὶ δὲ ἀνάγκη τὸ ἀνθρώπειον καὶ εἰς ἀβουλήτους κατὰ προαίρεσιν ταραχὰς καὶ κινδύνους ἐμπεσεῖν, φέρε καὶ περὶ τούτων βραχέα προσδιατάξωμεν, ὡς ἂν προειδότες χρὴ ποιεῖν ἐν τῇ χρείᾳ τῶν σωτηρίων εὐπορῆτε καὶ μὴ τότε δεῖ ποιεῖν ἐπιζητοῦντες ἀπαρασκεύαστοι τοῖς καιροῖς περιπέσητε. [294]

Γῆν ὑμῖν ἣν θεὸς ἔδωκε πόνων καταφρονοῦσι καὶ ψυχὰς πρὸς ἀρετὴν ἠσκημένοις ἀπόλεμον μὲν νέμεσθαι παράσχοι τε κεκτημένοις αὐτὴν μήτε ἀλλοτρίων εἰς αὐτὴν ἐπὶ κακώσει στρατευσάντων μήτε στάσεως ἐμφυλίου κατασχούσης ὑμᾶς, [295] ὑφ᾽ ἧς τἀναντία πατράσι τοῖς ἑαυτῶν πράττοντες ἀπολεῖτε τὰ ἐκείνοις νομισθέντα, χρώμενοί τε νόμοις οὓς ἀγαθοὺς δοκιμάσας θεὸς παραδίδωσι διατελοίητε: ἔργον δ᾽ ὅτι ἂν πολεμικὸν νῦν ὑφ᾽ ὑμῶν ὕστερον ἐπὶ παίδων ὑμετέρων γένηται τοῦθ᾽ ὑπερόριον πραχθείη. [296] μέλλοντας δὲ πολεμεῖν πρεσβείαν καὶ κήρυκας πέμπειν παρὰ τοὺς ἑκουσίως πολεμίους: πρὸ γὰρ τῶν ὅπλων καλὸν εἶναι χρῆσθαι λόγοις πρὸς αὐτοὺς δηλοῦντας, ὅτι καὶ στρατιὰν πολλὴν ἔχοντες καὶ ἵππους καὶ ὅπλα καὶ πρὸ τούτων εὐμενῆ τὸν θεὸν καὶ σύμμαχον, ὅμως ἀξιοῦτε μὴ ἀναγκάζεσθαι πολεμεῖν αὐτοῖς μηδὲ τὰ ἐκείνων ἀφαιρουμένους ἀβούλητον αὑτοῖς κέρδος προσλαμβάνειν. [297] καὶ πειθομένων μὲν καλῶς ὑμᾶς ἔχειν τὴν εἰρήνην φυλάττειν, εἰ δὲ φρονοῦντες ἐφ᾽ ἑαυτοῖς ὡς ἰσχύι διαφέρουσιν ἀδικεῖν ἐθέλοιεν, στρατὸν ἐπ᾽ αὐτοὺς ἀγάγοιτε, στρατηγῷ μὲν αὐτοκράτορι χρώμενοι τῷ θεῷ, ὑποστράτηγον δὲ χειροτονήσαντες ἕνα τὸν ἀρετῇ προύχοντα: πολυαρχία γὰρ πρὸς τῷ τοῖς ὀξέως τι πράττειν ἀνάγκην ἔχουσιν ἐμπόδιον εἶναι καὶ βλάπτειν πέφυκε τοὺς χρωμένους. [298] στρατὸν δ᾽ ἄγειν καθαρὸν ἐκ πάντων τῶν ῥώμῃ σωμάτων καὶ ψυχῆς εὐτολμίᾳ διαφερόντων τὸ δειλὸν ἀποκρίναντας, μὴ τοὺς πολεμίους παρὰ τὸ ἔργον τραπὲν εἰς φυγὴν ὠφελήσῃ. τούς τε νεωστὶ δειμαμένους οἰκίας, οἷς οὔπω χρόνος ἀπολαύσεως αὐτῶν ἐνιαύσιος, καὶ φυτεύσαντας οὔπω δὲ καρπῶν μετεσχηκότας, ἐᾶν κατὰ χώραν, καὶ τοὺς μνηστευσαμένους δὲ καὶ νεωστὶ γεγαμηκότας, μὴ πόθῳ τούτων φειδόμενοι τοῦ ζῆν καὶ τηροῦντες αὑτοὺς εἰς τὴν τούτων ἀπόλαυσιν ἐθελοκακήσωσι περὶ τὰς γυναῖκας. [299]

Στρατοπεδευσάμενοι δὲ προνοεῖσθε, μή τι τῶν δυσχερεστέρων ἐργάσησθε. πολιορκοῦντας δὲ καὶ ξύλων ἀπορουμένους εἰς ποίησιν μηχανημάτων μὴ κείρειν τὴν γῆν ἥμερα δένδρα κόπτοντας ἀλλὰ φείδεσθαι, λογιζομένους ἐπ᾽ ὠφελείᾳ ταῦτα τῶν ἀνθρώπων γεγονέναι, καὶ φωνῆς ἂν εὐπορήσαντα δικαιολογήσασθαι πρὸς ὑμᾶς, ὡς οὐδὲν αἴτια τοῦ πολέμου γεγονότα πάσχοι κακῶς παρὰ δίκην, εἰ δύναμις αὐτοῖς ἦν καὶ μετοικήσαντα ἂν καὶ πρὸς ἄλλην μεταβάντα γῆν. [300] κρατήσαντες δὲ τῇ μάχῃ τοὺς ἀντιταξαμένους κτείνατε, τοὺς δ᾽ ἄλλους εἰς τὸ τελεῖν ὑμῖν φόρους σώζετε πλὴν τοῦ Χαναναίων ἔθνους τούτους γὰρ πανοικὶ χρῆναι ἀφανίσαι. [301]

Φυλάσσειν δὲ μάλιστα ἐν ταῖς μάχαις, ὡς μήτε γυναῖκα ἀνδρικῇ σκευῇ χρῆσθαι μήτ᾽ ἄνδρα στολῇ γυναικείᾳ. [302]

Πολιτείαν μὲν οὖν τοιάνδε Μωυσῆς κατέλιπε, νόμους δ᾽ ἔτι πρότερον τεσσαρακοστῷ ἔτει γεγραμμένους παραδίδωσι, περὶ ὧν ἐν ἑτέρᾳ γραφῇ λέξομεν. ταῖς δ᾽ ἑξῆς ἡμέραις, συνεχὲς γὰρ ἐκκλησίασεν, εὐλογίας αὐτοῖς δίδωσι καὶ κατάρας ἐπὶ τοὺς μὴ κατὰ τοὺς νόμους ζησομένους ἀλλὰ παραβησομένους τὰ ἐν αὐτοῖς διωρισμένα. [303] ἔπειτα ποίησιν ἑξάμετρον αὐτοῖς ἀνέγνω, ἣν καὶ καταλέλοιπεν ἐν βίβλῳ ἐν τῷ ἱερῷ πρόρρησιν περιέχουσαν τῶν ἐσομένων, καθ᾽ ἣν καὶ γέγονε τὰ πάντα καὶ γίνεται, μηδὲν ἐκείνου διημαρτηκότος τῆς ἀληθείας. [304] ταῦτ᾽ οὖν τὰ βιβλία παραδίδωσι τοῖς ἱερεῦσι καὶ τὴν κιβωτόν, εἰς ἣν καὶ τοὺς δέκα λόγους γεγραμμένους ἐν δυσὶ πλαξὶ κατέθετο, καὶ τὴν σκηνήν: τῷ τε λαῷ παρῄνεσε κρατήσαντι τῆς γῆς καὶ ἱδρυθέντι μὴ λήθην λαβεῖν τῆς Ἀμαληκιτῶν ὕβρεως, ἀλλὰ στρατεύσαντας ἐπ᾽ αὐτοὺς τιμωρίαν ἀπολαβεῖν ὧν ἐπὶ τῆς ἐρήμου τυγχάνοντας ἐποίησαν κακῶς, [305] ἐξελόντας δὲ τὴν Χαναναίων γῆν καὶ πᾶσαν διαφθείραντας τὴν ἐν αὐτῇ πληθὺν καθὰ πρέπει, τὸν βωμόν τε ἀναστῆσαι πρὸς ἥλιον ἀνίσχοντα τετραμμένον οὐ πόρρω τῆς Σικιμίων πόλεως ἐμπεριάγειν μεταξὺ δυοῖν ὀροῖν, Γριζαίου μὲν τοῦ ἐκ δεξιῶν κειμένου, τοῦ δ᾽ ἐκ λαιῶν Βουλῆ προσαγορευομένου, μερισθεῖσαν δὲ τὴν στρατιὰν καθ᾽ ἓξ φυλὰς ἐπὶ τοῖν δυοῖν ὀροῖν ἀναστῆναι καὶ σὺν αὐτοῖς Λευίτας τε καὶ ἱερέας. [306] καὶ πρώτους μὲν τοὺς ἐπὶ τῷ Γρίζειν γενομένους εὔχεσθαι τὰ κάλλιστα τοῖς περὶ τὴν θρησκείαν τοῦ θεοῦ καὶ τὴν τῶν νόμων φυλακὴν σπουδάσασιν ὧν τε Μωυσῆς εἶπε μὴ παρακουσαμένοις, εὐφημεῖν δὲ τὰς ἑτέρας, καὶ τούτων πάλιν εὐχομένων τὰς προηγμένας ἐπαινεῖν: [307] ἔπειτα κατὰ ταὐτὰ τοῖς παραβησομένοις κατάρας τίθεσθαι ὑποφωνούσας ἀλλήλαις ἐπὶ τῇ κυρώσει τῶν λεγομένων. ἀνέγραψε δὲ τὰς εὐλογίας καὶ τὰς κατάρας αὐτός, ὡς μηδέποτε ἐκλιπεῖν τὴν μάθησιν αὐτῶν ὑπὸ τοῦ χρόνου, [308] ἃς δὴ καὶ τῷ βωμῷ τελευτῶν ἐνέγραψε κατὰ πλευρὰν ἑκατέραν, καὶ στάντα φησὶ τὸν λαὸν θῦσαί τε καὶ ὁλοκαυτῶσαι καὶ μετ᾽ ἐκείνην τὴν ἡμέραν οὐκ ἐπενεγκεῖν ἱερεῖον ἕτερον, οὐ γὰρ εἶναι νόμιμον. ταῦτ᾽ οὖν Μωυσῆς διέταξε καὶ τὸ Ἑβραίων ἔθνος ἀκόλουθα τούτοις ποιοῦν διατελεῖ. [309]

Τῇ δ᾽ ὑστεραίᾳ τὸν λαὸν σὺν γυναιξὶν ἅμα καὶ τέκνοις εἰς ἐκκλησίαν συναγαγών, ὡς παρεῖναι καὶ τὰ ἀνδράποδα, ὥρκου τῶν νόμων αὐτοὺς φυλακὴν ποιήσασθαι καὶ τῆς τοῦ θεοῦ διανοίας ἀκριβεῖς λογιστὰς γινομένους εἰ μηδὲν εἰς αὐτοὺς μήτε συγγενείᾳ χαριζομένους μήτε εἴκοντας φόβῳ μήτε ἄλλην καθάπαξ αἰτίαν κυριωτέραν τῆς τῶν νόμων φυλακῆς ὑπολαμβάνοντας παραβῆναι τούτους, [310] ἀλλ᾽ ἄν τέ τις τῶν ἐξ αἵματος συγχεῖν καὶ καταλύειν ἐπιχειρῇ τὴν κατ᾽ αὐτοὺς πολιτείαν ἄν τε πόλις, ἀμύνειν αὐτοῖς καὶ κοινῇ καὶ κατ᾽ ἰδίαν, καὶ κρατήσαντας μὲν ἐξ αὐτῶν ἀνασπᾶν θεμελίων καὶ μηδὲ τὸ ἔδαφος τῶν ἀπονοηθέντων εἰ δυνατὸν καταλιπεῖν, εἰ δ᾽ ἀσθενοῖεν λαβεῖν τὴν τιμωρίαν, αὐτὸ τὸ μὴ κατὰ βούλησιν ἰδίαν ταῦτα γίνεσθαι δεικνύναι. καὶ τὸ μὲν πλῆθος ὤμνυεν. [311]

Ἐδίδασκε δὲ αὐτούς, ὡς ἂν αἱ θυσίαι τῷ θεῷ μᾶλλον κεχαρισμέναι γένοιντο καὶ ὅπως ἂν οἱ στρατεύοντες ἐξίοιεν τεκμηρίῳ χρώμενοι τοῖς λίθοις, ὡς καὶ πρότερον δεδήλωκα. προεφήτευσε δὲ καὶ Ἰησοῦς Μωυσέος παρόντος. [312] ἔπειτα πάνθ᾽ ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔν τε πολέμοις καὶ κατ᾽ εἰρήνην νόμους τε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν, [313] ὡς ὅπλων τε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δ᾽ αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας. [314] μέντοι θεὸς κτίσας ὑμᾶς πόλεις τε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν: ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. [315]

Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, ‘ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, [316] χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ. [317] μᾶλλον δ᾽ αὐτὸς ἦν καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν. [318] ἀνθ᾽ ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν. [319] ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε.’ [320]

Μωυσέος δὲ ταῦτα πρὸς τελευτῇ τοῦ βίου φήσαντος καὶ μετ᾽ εὐλογίας ἑκάστῃ τῶν φυλῶν προφητεύσαντος τὰ καὶ γενόμενα τὸ πλῆθος εἰς δάκρυα προύπεσεν, ὡς καὶ τὰς γυναῖκας στερνοτυπουμένας ἐμφανίζειν τὸ ἐπ᾽ αὐτῷ τεθνηξομένῳ πάθος. καὶ οἱ παῖδες δὲ θρηνοῦντες ἔτι μᾶλλον ὡς ἀσθενέστεροι κρατεῖν λύπης ἐδήλουν, ὅτι τῆς ἀρετῆς αὐτοῦ καὶ μεγαλουργίας παρ᾽ αὐτὴν τὴν ἡλικίαν συνίεσαν. [321] ἦν δὲ κατ᾽ ἐπίνοιαν τοῖς τε νέοις καὶ προηβηκόσιν ἅμιλλα τῆς λύπης: οἱ μὲν γὰρ εἰδότες οἵου ἐστέρηνται κηδεμόνος περὶ τοῦ μέλλοντος ἀπεθρήνουν, τοῖς δὲ καὶ περὶ τούτου τὸ πένθος ἦν καὶ ὅτι μήπω καλῶς τῆς ἀρετῆς αὐτοῦ γεγευμένοις ἀπολείπεσθαι συνέβαινεν αὐτοῦ. [322] τὴν δ᾽ ὑπερβολὴν τῆς τοῦ πλήθους οἰμωγῆς καὶ τῶν ὀδυρμῶν τεκμαίροιτο ἄν τις ἐκ τοῦ συμβάντος τῷ νομοθέτῃ: καὶ γὰρ πεπεισμένος ἅπαντι τῷ χρόνῳ μὴ δεῖν ἐπὶ μελλούσῃ τελευτῇ κατηφεῖν, ὡς κατὰ βούλησιν αὐτὸ πάσχοντας θεοῦ καὶ φύσεως νόμῳ, ἐπὶ τοῖς ὑπὸ τοῦ λαοῦ πραττομένοις ἐνικήθη δακρῦσαι. [323] πορευομένῳ δ᾽ ἔνθεν οὗ ἔμελλεν ἀφανισθήσεσθαι πάντες εἵποντο δεδακρυμένοι, καὶ Μωυσῆς τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἠρεμοῦντας ἐκέλευε, τὸ δ᾽ ἔγγιον λόγοις παρεκάλει μὴ ποιεῖν αὐτῷ δακρυτὴν τὴν ἀπαλλαγὴν ἑπομένους. [324] οἱ δὲ καὶ τοῦτ᾽ αὐτῷ χαρίζεσθαι κρίνοντες τὸ κατὰ βούλησιν ἀπελθεῖν αὐτῷ τὴν ἰδίαν ἐφεῖναι κατέχουσιν ἑαυτοὺς ἐν ἀλλήλοις δακρύοντες. μόνη δ᾽ γερουσία προύπεμψεν αὐτὸν καὶ ἀρχιερεὺς Ἐλεάζαρος καὶ στρατηγὸς Ἰησοῦς. [325] ὡς δ᾽ ἐπὶ τῷ ὄρει τῷ Ἀβαρεῖ καλουμένῳ ἐγένετο, τοῦτο δὲ ὑψηλὸν Ἱεριχοῦντος ἀντικρὺ κεῖται γῆν ἀρίστην τῶν Χαναναίων καὶ πλείστην παρέχον τοῖς ἐπ᾽ αὐτοῦ κατοπτεύειν, ἀπέπεμπε τὴν γερουσίαν. [326] ἀσπαζομένου δὲ καὶ τὸν Ἐλεάζαρον αὐτοῦ καὶ τὸν Ἰησοῦν καὶ προσομιλοῦντος ἔτι, νέφους αἰφνίδιον ὑπὲρ αὐτὸν στάντος ἀφανίζεται κατά τινος φάραγγος. γέγραφε δ᾽ αὑτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, δείσας μὴ δι᾽ ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς πρὸς τὸ θεῖον αὐτὸν ἀναχωρῆσαι τολμήσωσιν εἰπεῖν. [327]

Ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατόν, ὧν ἦρξε τὸ τρίτον μέρος ἑνὶ λείποντι μηνί. ἐτελεύτησε δὲ τῷ ὑστάτῳ μηνὶ τοῦ ἔτους, ὑπὸ μὲν Μακεδόνων Δύστρου καλουμένου Ἀδάρου δ᾽ ὑφ᾽ ἡμῶν νουμηνίᾳ, [328] συνέσει τε τοὺς πώποτ᾽ ἀνθρώπους ὑπερβαλὼν καὶ χρησάμενος ἄριστα τοῖς νοηθεῖσιν, εἰπεῖν τε καὶ πλήθεσιν ὁμιλῆσαι κεχαρισμένος τά τε ἄλλα καὶ τῶν παθῶν αὐτοκράτωρ, [329] ὡς μηδὲ ἐνεῖναι τούτων τῇ ψυχῇ δοκεῖν αὐτοῦ καὶ γινώσκειν μόνον αὐτῶν τὴν προσηγορίαν ἐκ τοῦ παρ᾽ ἄλλοις αὐτὰ βλέπειν μᾶλλον παρ᾽ αὑτῷ. καὶ στρατηγὸς μὲν ἐν ὀλίγοις, προφήτης δὲ οἷος οὐκ ἄλλος, ὥσθ᾽ τι ἂν φθέγξαιτο δοκεῖν αὐτοῦ λέγοντος ἀκροᾶσθαι τοῦ θεοῦ. [330] πενθεῖ μὲν οὖν αὐτὸν λαὸς ἐφ᾽ ἡμέρας τριάκοντα, λύπη δὲ οὐκ ἄλλη κατέσχεν Ἑβραίους τοσαύτη τὸ μέγεθος, ὅση τότε Μωυσέος ἀποθανόντος. [331] ἐπόθουν δ᾽ αὐτὸν οὐχ οἱ πειραθέντες αὐτοῦ μόνον, ἀλλὰ καὶ οἱ τοῖς νόμοις ἐντυγχάνοντες αὐτοῦ δεινὴν ἐποιοῦντο τὴν ἐπιζήτησιν, τὸ περιὸν αὐτοῦ τῆς ἀρετῆς ἐκ τούτων λογιζόμενοι. καὶ τὸ μὲν κατὰ Μωυσῆν τέλος τοιοῦτον ἡμῖν δεδηλώσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: