previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[211]

δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξης τε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπ᾽ αὐτοῖς ἀποφανούμενον. [212] οἰώνισμα δ᾽ οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων: δ᾽ ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν. [213] μὲν δὴ ταῦτ᾽ ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δ᾽ ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο δεσπότης, ‘καλεῖ σε, φησίν, πατήρ’, καὶ εἰσήγαγεν αὐτόν. [214] Τιβέριος δὲ ὡς θεᾶται Γάιον, τότε πρῶτον εἰς ἐπίνοιαν ἐλθὼν τοῦ θείου τῆς ἐξουσίας καὶ τὴν κατ᾽ αὐτὸν ἡγεμονίαν παντελῶς ἀφῃρημένην ἐπικυροῦν οἷς ψηφίσαιτο δυνάμεως ἐκεῖθεν αὐτῷ μὴ παραγενομένης, πολλὰ δὴ κατολοφυράμενος αὑτὸν μὲν τοῦ ἐφ᾽ οἷς προβουλεύσειε κυροῦν ἀφῃρημένου τὸ κράτος, [215] Τιβέριον δὲ τὸν υἱωνόν, ὡς τῆς τε Ῥωμαίων ἀρχῆς ὁμοῦ διαμάρτοι καὶ τῆς σωτηρίας κεχρημένον διὰ τὸ ἐπ᾽ ἄλλων κρειττόνων οὐκ ἀνεκτὸν εἰσηγησαμένω τὴν συναναστροφὴν κείσεσθαι τὴν σωτηρίαν αὐτῷ τοῦ συγγενοῦς μὴ ὠφελεῖν δυναμένου, φόβῳ τε καὶ μίσει τοῦ ἐφεστηκότος χρησομένου πρὸς αὐτόν, τὰ μὲν ὡς προσεδρεύοντα τῇ ἀρχῇ, τὰ δὲ ὡς ἀντεπιβουλεύειν ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς ἀντιλήψεως τῶν πραγμάτων μὴ ἀφησόμενον. [216] ἦν δὲ καὶ γενεθλιαλογίᾳ Τιβέριος μάλιστα προσκείμενος καὶ κατορθούμενα αὐτῇ μειζόνως τῶν εἰς τόδε ἀνακειμένων ἑκόντων τὸν βίον ἐξηγμένος. Γάλβαν οὖν ποτε θεασάμενος ὡς αὐτὸν εἰσιόντα φησὶ πρὸς τοὺς ἐπιτηδειοτάτους αὐτῷ, ὡς παραγίνοιτο ἀνὴρ τῇ Ῥωμαίων προτιμησόμενος ἡγεμονίᾳ. [217] τά τε πάντα μαντειῶν ὁπόσα ἐχόμενα πιθανὰ ἡγούμενος ἡγεμόνων μάλιστα ἀνὴρ οὗτος ὑπὸ τοῦ ἐπαληθείοντος αὐτῶν ἐπὶ τοῖς πράγμασιν ἐχρῆτο αὐταῖς. [218] καὶ τότε ἐν χαλεποῖς ἦν συντυχίᾳ τοῦ γεγονότος, ὡς ἐπ᾽ ἀπολωλότι τῷ υἱεῖ τοῦ παιδὸς ἀχθεινῶς διατιθέμενος καὶ κατάμεμψιν αὐτοῦ ποιούμενος τοῦ κατὰ τὴν οἰώνισιν προμηθοῦς: παρὸν γὰρ ἂν αὐτῷ λύπης ἀπηλλαγμένῳ τελευτᾶν ἀμαθίᾳ τῶν ἐσομένων, διατρίβεσθαι τῷ προεγνωκὼς τὴν ἐσομένην δυστυχίαν τῶν φιλτάτων τελευτᾶν. [219] καίπερ δὲ συντεταραγμένος τῇ παρὰ δόξαν τῆς ἀρχῆς εἰς οὓς οὐκ ἤθελεν περιόδῳ, ἄκων δὲ καὶ μὴ βουλόμενος φησὶ γοῦν πρὸς τὸν Γάιον: ‘ παῖ, καίπερ μοι συγγενεστέρου Τιβερίου κατὰ σὲ ὄντος δόξῃ τε τῇ ἐμαυτοῦ καὶ τῷ ὁμοψήφῳ ἐπ᾽ αὐτῇ τῶν θεῶν σοὶ φέρων ἐγχειρίζω τὴν Ῥωμαίων ἡγεμονίαν. [220] ἀξιῶ δέ σε μηδὲν ἀμνημονεῖν ὁμιλήσαντα αὐτῇ μήτ᾽ εὐνοίας τῆς ἐμῆς, ὃς εἰς τοσόνδε ἀξιώματος καθίστημι μέγεθος, [221] μήτε τοῦ πρὸς Τιβέριον συγγενοῦς, ἀλλ᾽ ἐπιστάμενον, ὡς σύν τε τοῖς θεοῖς καὶ μετ᾽ αὐτοὺς τοιῶνδέ σοι κατασταίην ἀγαθῶν ποριστής, ἀμείβεσθαί μου τὸ ἐπ᾽ αὐτοῖς πρόθυμον καὶ ἅμα Τιβερίου φροντίζειν διὰ τὴν συγγένειαν, ἄλλως τε γινώσκειν, ὡς τεῖχός σοι καὶ τῆς ἀρχῆς ὁμοῦ καὶ τῆς σωτηρίας περιὼν γίνοιτο ἂν Τιβέριος, φροίμιον δὲ τοῦ δυστυχοῦς μεθιστάμενος. [222] αἵ τε γὰρ μονώσεις ἐπικίνδυνοι τοῖς εἰς τηλικούτων πραγμάτων ὄγκον καταστᾶσιν καὶ θεοῖς οὐκ ἀτιμώρητα ὁπόσα παρὰ δίκην πρασσόμενα ἀφανίζοι τοῦ νόμου τὸ ἑτέρως πράσσειν παρακαλοῦν.’ ταῦτα μὲν Τιβέριος ἔλεγεν, [223] οὐ μὴν πιθανὸς ἦν Γαΐῳ καίπερ ὑπισχνουμένῳ, ἀλλὰ καταστὰς εἰς τὴν ἀρχὴν τόν τε Τιβέριον μαντείαις ἀναιρεῖ ταῖς ἐκείνου καὐτὸς ἐπιβουλῶν ἐπ᾽ αὐτὸν συντεθεισῶν μετ᾽ οὐ πολὺ τελευτᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: