previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[268]

Συνέβη δ᾽ ὑπὸ τὸν αὐτὸν καιρὸν ταραχθῆναι τὰ κατὰ τὴν Συρίαν ἐξ αἰτίας τοιαύτης: Βάσσος Καικίλιος εἷς τῶν τὰ Πομπηίου φρονούντων ἐπιβουλὴν συνθεὶς ἐπὶ Σέξστον Καίσαρα κτείνει μὲν ἐκεῖνον, αὐτὸς δὲ τὸ στράτευμα αὐτοῦ παραλαβὼν ἐκράτει τῶν πραγμάτων, πόλεμός τε μέγας περὶ τὴν Ἀπάμειαν συνέστη τῶν Καίσαρος στρατηγῶν ἐπ᾽ αὐτὸν ἐλθόντων μετά τε ἱππέων καὶ πεζῆς δυνάμεως. [269] τούτοις δὲ καὶ Ἀντίπατρος συμμαχίαν ἔπεμψεν μετὰ τῶν τέκνων κατὰ μνήμην ὧν εὐεργετήθησαν ὑπὸ Καίσαρος καὶ διὰ τοῦτο τιμωρεῖν αὐτῷ καὶ δίκην παρὰ τοῦ πεφονευκότος εἰσπράξασθαι δίκαιον ἡγούμενος. [270] χρονιζομένου δὲ τοῦ πολέμου Μοῦρκος μὲν ἦλθεν ἐκ Ῥώμης εἰς τὴν ἀρχὴν τὴν Σέξστου, Καῖσαρ δ᾽ ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον ἐν τῷ βουλευτηρίῳ κτείνεται κατασχὼν τὴν ἀρχὴν ἔτη τρία καὶ μῆνας ἕξ. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις δεδήλωται. [271]

Τοῦ δ᾽ ἐπὶ τῷ Καίσαρος θανάτῳ πολέμου συνερρωγότος καὶ τῶν ἐν τέλει πάντων ἐπὶ στρατιᾶς συλλογὴν ἄλλου ἄλλῃ διεσπαρμένων, ἀφικνεῖται Κάσσιος εἰς Συρίαν παραληψόμενος τὰ περὶ τὴν Ἀπάμειαν στρατόπεδα: [272] καὶ λύσας τὴν πολιορκίαν ἀμφοτέρους προσάγεται τόν τε Βάσσον καὶ τὸν Μοῦρκον τάς τε πόλεις ἐπερχόμενος ὅπλα τε καὶ στρατιώτας συνήθροιζεν καὶ φόρους αὐταῖς μεγάλους ἐπετίθει: μάλιστα δὲ τὴν Ἰουδαίαν ἐκάκωσεν ἑπτακόσια τάλαντα ἀργυρίου πραττόμενος. [273] Ἀντίπατρος δ᾽ ὁρῶν ἐν μεγάλῳ φόβῳ καὶ ταραχῇ τὰ πράγματα μερίζει τὴν τῶν χρημάτων εἴσπραξιν καὶ ἑκατέρῳ τῶν υἱῶν συνάγειν δίδωσιν τὰ μὲν Μαλίχῳ κακοήθως πρὸς αὐτὸν διακειμένῳ, τὰ δὲ ἄλλοις προσέταξεν εἰσπράττεσθαι. [274] καὶ πρῶτος Ἡρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ: σῶφρον γὰρ ἔδοξεν αὐτῷ Ῥωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρ᾽ αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων. [275] ἐπιπράσκοντο δ᾽ αὔτανδροι οἱ τῶν ἄλλων πόλεων ἐπιμεληταί, καὶ τέσσαρας πόλεις ἐξηνδραπόδισε τότε Κάσσιος, ὧν ἦσαν αἱ δυνατώταται Γόφνα τε καὶ Ἀμμαοῦς, πρὸς ταύταις δὲ Λύδδα καὶ Θάμνα. [276] ἐπεξῆλθε δ᾽ ἂν ὑπ᾽ ὀργῆς Κάσσιος ὥστε καὶ Μάλιχον ἀνελεῖν, ὥρμητο γὰρ ἐπ᾽ αὐτόν, εἰ μὴ Ὑρκανὸς δι᾽ Ἀντιπάτρου ἑκατὸν τάλαντα ἐκ τῶν ἰδίων αὐτῷ πέμψας ἐπέσχε τῆς ὁρμῆς. [277]

Ἐπεὶ δὲ Κάσσιος ἐκ τῆς Ἰουδαίας ἀπῆρεν, Μάλιχος ἐπεβούλευσεν Ἀντιπάτρῳ τὴν τούτου τελευτὴν ἀσφάλειαν Ὑρκανοῦ τῆς ἀρχῆς εἶναι νομίζων. οὐ μὴν ἔλαθεν τὸν Ἀντίπατρον ταῦτα φρονῶν, ἀλλ᾽ αἰσθόμενος γὰρ ἐκεῖνος ἐχώρει πέραν Ἰορδάνου καὶ στρατὸν Ἀράβιον ἅμα καὶ ἐγχώριον συνήθροιζεν. [278] δεινὸς δὲ ὢν Μάλιχος ἠρνεῖτο μὲν τὴν ἐπιβουλήν, ἀπολογούμενος δὲ μεθ᾽ ὅρκων αὐτῷ τε καὶ τοῖς παισίν, καὶ ὡς Φασαήλου μὲν Ἱεροσόλυμα φρουροῦντος, Ἡρώδου δὲ ἔχοντος τὴν φυλακὴν τῶν ὅπλων οὐδ᾽ ἂν εἰς νοῦν ἐβάλετο τοιοῦτον οὐδὲν ὁρῶν τὴν ἀπορίαν, καταλλάσσεται πρὸς τὸν Ἀντίπατρον, [279] καὶ συνέβησαν Μούρκου κατὰ Συρίαν στρατηγοῦντος, ὃς αἰσθόμενος νεωτεροποιοῦντα τὰ κατὰ τὴν Ἰουδαίαν τὸν Μάλιχον ἦλθε μὲν ὡς παρὰ μικρὸν αὐτὸν ἀνελεῖν, Ἀντιπάτρου δὲ παρακαλέσαντος περιέσωσεν. [280]

Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον: Κάσσιος μὲν γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον: συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα. [281] Μάλιχος δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν Ὑρκανοῦ οἰνοχόον, παρ᾽ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν. [282] γνόντων δὲ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου. [283] καὶ Ἀντίπατρος μὲν εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διενεγκὼν καὶ τῇ περὶ τὴν πατρίδα σπουδῇ τοῦτον ἐτελεύτησεν τὸν τρόπον. τῶν δὲ παίδων αὐτοῦ Ἡρώδης μὲν εὐθὺς ἔγνω τιμωρεῖν τῷ πατρὶ μετὰ στρατιᾶς ἐπὶ Μάλιχον ἐλθών. Φασαήλῳ δὲ τῷ πρεσβυτέρῳ δόλῳ μᾶλλον ἐδόκει περιγίνεσθαι τἀνδρός, μὴ πολέμου κατάρχειν νομισθῶσιν ἐμφυλίου. [284] τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ τὰ νείκη διέλυε τοῖς ἀνθρώποις. [285]

Μετ᾽ οὐ πολὺ δ᾽ ἐνστάσης τῆς ἐν Ἱεροσολύμοις ἑορτῆς παρεγίνετο σὺν τοῖς στρατιώταις εἰς τὴν πόλιν, καὶ δείσας Μάλιχος ἀνέπεισεν Ὑρκανὸν μὴ ἐπιτρέπειν αὐτῷ εἰσιέναι. καὶ πείθεται μὲν Ὑρκανός, προβέβλητο δὲ αἰτίαν τῆς ἀποκωλύσεως τὸ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἁγνεύοντος εἰσδέχεσθαι τοῦ πλήθους. [286] ὀλίγον δὲ φροντίσας Ἡρώδης τῶν ἀγγέλων νύκτωρ εἴσεισιν εἰς τὴν πόλιν καὶ φοβερὸς ἦν τῷ Μαλίχῳ, δ᾽ οὐκ ἀνίησιν τὴν ὑπόκρισιν, ἀλλ᾽ ἐδάκρυεν τὸν Ἀντίπατρον καὶ ἀνεκαλεῖτο φανερῶς ὡς φίλος, κρύφα δὲ φυλακὴν τοῦ σώματος ἐποιεῖτο. [287] ἔδοξε δὲ καὶ τοῖς περὶ Ἡρώδην μὴ ἀπελέγχειν αὐτοῦ τὴν προσποίησιν, ἀλλὰ καὶ αὐτοὺς εἰς τὸ ἀνύποπτον ἀντιφιλοφρονεῖσθαι τὸν Μάλιχον. [288]

Κασσίῳ μέντοι περὶ τῆς τελευτῆς τοῦ πατρὸς Ἡρώδης ἐπέστελλεν, κἀκεῖνος εἰδώς, οἷος εἴη τὸν τρόπον Μάλιχος, ἀντεπιστέλλει τιμωρεῖν τῷ πατρί, καὶ λάθρα διαπέμπει πρὸς τοὺς ἐν Τύρῳ χιλιάρχους κελεύων αὐτοὺς συμπράττειν Ἡρώδῃ δίκαια μέλλοντι πράξειν. [289] ὡς δὲ Λαοδίκειαν ᾑρηκότος Κασσίου πρὸς αὐτὸν ἀπῄεσαν κοινῇ στεφάνους τε αὐτῷ καὶ χρήματα κομίζοντες, Ἡρώδης μὲν προσεδόκα δώσειν τὸν Μάλιχον τιμωρίαν ἐκεῖ γενόμενον, [290] δὲ περὶ Τύρον τῆς Φοινίκης ὑπιδόμενος τὸ πρᾶγμα μειζόνων ἐφήπτετο, καὶ τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ παρελθὼν εἰς τὴν πόλιν ἔγνω τοῦτόν τε ὑπεκκλέψαι καὶ εἰς τὴν Ἰουδαίαν ἀπαίρειν σπεύδοντος ἐπ᾽ Ἀντώνιον Κασσίου τό τε ἔθνος ἀποστήσας αὐτὸς τὴν ἀρχὴν κατέχειν. [291] τοῖς δὲ βεβουλευμένοις τε δαίμων ἀντέπραξεν καὶ δεινὸς ὢν Ἡρώδης τὴν προαίρεσιν αὐτοῦ κατανοῆσαι, ὃς προεισπέμψας θεράποντα τῷ μὲν δοκεῖν ἐπὶ δείπνου παρασκευήν, καὶ γὰρ ἑστιάσειν αὐτοὺς ἅπαντας προειρήκει, ταῖς δ᾽ ἀληθείαις πρὸς τοὺς χιλιάρχους, ἐξελθεῖν ἐπὶ Μάλιχον πείθει μετὰ ξιφιδίων. [292] οἱ δ᾽ ἐπεξελθόντες καὶ πλησίον τῆς πόλεως αὐτῷ περιτυχόντες ἐπὶ τοῦ αἰγιαλοῦ κατακεντοῦσι τὸν ἄνδρα. Ὑρκανὸς μὲν οὖν ὑπ᾽ ἐκπλήξεως τοῦ γεγονότος εἰς ἀφωνίαν ἐτράπη, μόλις δ᾽ ἀνενεγκὼν ἐπυνθάνετο τῶν περὶ Ἡρώδην, τι ποτε εἴη τὸ γεγενημένον καὶ τίς Μάλιχον ἀνῃρηκώς. [293] εἰπόντων δὲ Κάσσιον τοῦτο προστάξαι, ἐπῄνεσεν τὸ ἔργον, πονηρὸν γὰρ εἶναι πάνυ καὶ τῆς πατρίδος ἐπίβουλον. καὶ Μάλιχος μὲν ταύτην ὑπὲρ τῆς εἰς Ἀντίπατρον παρανομίας δίκην ἐξέτισεν. [294]

Κασσίου δ᾽ ἐκ Συρίας ἀπάραντος ταραχὴ γίνεται κατὰ τὴν Ἰουδαίαν: Ἔλιξ γὰρ ὑπολειφθεὶς ἐν Ἱεροσολύμοις μετὰ στρατιᾶς ὥρμησεν ἐπὶ Φασάηλον τε δῆμος ἔνοπλος ἦν. [295] Ἡρώδης δὲ παρὰ Φάβιον ἐπορεύετο ἐν Δαμασκῷ στρατηγοῦντα, καὶ βουλόμενος προσδραμεῖν πρὸς τὸν ἀδελφὸν ὑπὸ νόσου κωλύεται, ἕως οὗ Φασάηλος δι᾽ αὐτοῦ κρείττων Ἔλικος γενόμενος κατακλείει μὲν αὐτὸν εἰς πύργον, εἶτα δὲ ὑπόσπονδον ἀφίησιν, τόν τε Ὑρκανὸν ἐμέμφετο πολλὰ μὲν εὖ παθόντα ὑπ᾽ αὐτῶν συμπράττοντα δὲ τοῖς ἐχθροῖς. [296] γὰρ ἀδελφὸς Μαλίχου τότε ἀποστήσας οὐκ ὀλίγα χωρία ἐφρούρει καὶ Μάσαδαν τὸ πάντων ἐρυμνότατον. ἐπὶ μὲν οὖν τοῦτον ῥαΐσας Ἡρώδης ἐκ τῆς νόσου παραγίνεται καὶ ἀφελόμενος αὐτοῦ πάντα ὅσα εἶχεν χωρία ὑπόσπονδον ἀπέλυσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: