previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[324]

Μετὰ δὲ ταῦτα εἰς Συρίαν Ἀντωνίου παραγενομένου Κλεοπάτρα περὶ Κιλικίαν ἐντυχοῦσα δι᾽ ἔρωτος αὐτὸν ἐκεχείρωτο. καὶ δὴ πάλιν Ἰουδαίων ἑκατὸν οἱ δυνατώτατοι παραγίνονται πρὸς αὐτὸν κατηγοροῦντες Ἡρώδου καὶ τῶν περὶ αὐτὸν προστησάμενοι σφῶν τοὺς δεινοτάτους λέγειν. [325] ἀντέλεγεν δὲ αὐτοῖς Μεσσάλας ὑπὲρ τῶν νεανίσκων παρόντος καὶ Ὑρκανοῦ, ὃς κηδεστὴς ἐτύγχανεν ἤδη γεγενημένος. ἀκροασάμενος δὲ ἀμφοτέρων Ἀντώνιος ἐπὶ Δάφνης πυνθάνεται Ὑρκανοῦ, πότεροι τοῦ ἔθνους ἄμεινον προΐστανται: [326] φήσαντος δὲ τοὺς περὶ Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ γράμματα * πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην. [327]

Ἠρέμουν δ᾽ οὐδ᾽ οὕτως ἐπανελθόντες ἐκ τῆς πρεσβείας, ἀλλ᾽ ἀπήντων πάλιν Ἀντωνίῳ χίλιοι εἰς Τύρον ἐκεῖ δόξαντι ἀφικέσθαι. καὶ Ἀντώνιος πολλοῖς διεφθαρμένος ἤδη χρήμασιν ὑπό τε Ἡρώδου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τῷ κατὰ τόπον ἄρχοντι προσέταξεν κολάσαι τοὺς πρεσβευτὰς τῶν Ἰουδαίων νεωτέρων ἐπιθυμοῦντας πραγμάτων καὶ τοῖς περὶ Ἡρώδην συγκαθιστάναι τὴν ἀρχήν. [328] ταχὺ δὲ Ἡρώδης, ἵδρυντο γὰρ ἐπὶ τῆς ψάμμου πρὸ τῆς πόλεως, προϊὼν ἀπιέναι παρεκελεύετο, συνῆν δ᾽ αὐτοῖς καὶ Ὑρκανός, ὡς μεγάλου κακοῦ εἰ προέλθοιεν εἰς φιλονεικίαν ἐσομένου. καὶ οἱ μὲν οὐκ ἐπείθοντο. [329] παραχρῆμα δ᾽ ἐκδραμόντες Ῥωμαῖοι σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ διαφυγόντες ἐπ᾽ οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. [330]

Δευτέρῳ δ᾽ ἔτει Συρίαν κατέσχον Πάκορός τε βασιλέως παῖς καὶ Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος Μενναίου καὶ τὴν ἀρχὴν παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρ᾽ αὐτῷ δυνάμενον. [331] Ἀντίγονος δ᾽ ὑπισχνεῖτο χίλια τάλαντα καὶ πεντακοσίας γυναῖκας δώσειν Πάρθοις, εἰ τὴν ἀρχὴν Ὑρκανὸν ἀφελόμενοι παραδώσουσιν αὐτῷ καὶ τοὺς περὶ τὸν Ἡρώδην ἀνέλοιεν. [332] οὐ μὴν ἔδωκεν: ἀλλ᾽ οἱ μὲν Πάρθοι διὰ τοῦτ᾽ ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς παραθαλαττίου, δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου. [333] Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον. [334] ἐκ δὲ τῶν περὶ Κάρμηλον τὸ ὄρος Ἰουδαίων πρὸς Ἀντίγονον ἐλθόντων καὶ συνεισβαλεῖν ἑτοίμως ἐχόντων, προσεδόκα δὲ τῆς χώρας μέρος τι λαβεῖν Ἀντίγονος, δρυμοὶ δὲ τὸ χωρίον καλεῖται, καί τινων ὑπαντιασάντων αὐτοὺς διεκπίπτουσιν εἰς Ἱεροσόλυμα οἱ ἄνθρωποι. προσγενομένων δέ τινων πολλοὶ συστραφέντες ἐπὶ τὰ βασίλεια ἧκον καὶ ταῦτα ἐπολιόρκουν. [335] προσβοηθούντων δὲ τῶν περὶ Φασάηλον καὶ Ἡρώδην καὶ μάχης γενομένης κατὰ τὴν ἀγορὰν νικῶσιν οἱ νεανίσκοι τοὺς πολεμίους, καὶ συνδιώξαντες εἰς τὸ ἱερὸν πέμπουσιν ὁπλίτας τινὰς εἰς τὰς πλησίον οἰκίας φρουρήσοντας αὐτάς, οὓς ἐπαναστὰς δῆμος συμμάχων ὄντας ἐρήμους σὺν αὐτοῖς οἴκοις κατέπρησεν. [336] ὑπὲρ μὲν οὖν τῆς ἀδικίας ταύτης Ἡρώδης μετ᾽ ὀλίγον τιμωρίαν παρὰ τῶν ἀντιστασιωτῶν λαμβάνει συμβαλὼν αὐτοῖς εἰς μάχην καὶ πολλοὺς αὐτῶν ἀποκτείνας. [337]

Γινομένων δ᾽ ὁσημέραι ἀκροβολισμῶν αὐτοῖς ἀνέμενον οἱ πολέμιοι τὸν ἐκ τῆς χώρας ὄχλον εἰς τὴν καλουμένην πεντηκοστήν, ἑορτὴ δ᾽ ἐστίν, μέλλοντα ἥξειν. [338] τῆς δ᾽ ἡμέρας ἐνστάσης πολλαὶ περὶ τὸ ἱερὸν ἀθροίζονται μυριάδες ἀνθρώπων ὡπλισμένων τε καὶ ἀνόπλων. κατεῖχον δὲ τὴν πόλιν καὶ τὸ ἱερὸν οἱ παρόντες πλὴν τῶν περὶ τὰ βασίλεια: ταῦτα γὰρ σὺν ὀλίγοις στρατιώταις οἱ περὶ Ἡρώδην ἐφρούρουν. [339] Φασάηλος μὲν οὖν τὸ τεῖχος ἐφύλασσεν, Ἡρώδης δὲ λόχον ἔχων ἐπέξεισιν τοῖς πολεμίοις κατὰ τὸ προάστειον, καὶ καρτερῶς μαχεσάμενος πολλάς τε μυριάδας τρέπει, τῶν μὲν εἰς τὴν πόλιν φευγόντων, τῶν δ᾽ εἰς τὸ ἱερόν, ἔστιν δ᾽ ὧν εἰς τὸ ἔξω χαράκωμα: ἦν γάρ τι αὐτόθι: παρεβοήθει δὲ καὶ Φασάηλος. [340] Πάκορος δ᾽ Πάρθων στρατηγὸς σὺν ἱππεῦσιν ὀλίγοις Ἀντιγόνου δεηθέντος εἰς τὴν πόλιν ἔρχεται, λόγῳ μὲν ὡς καταπαύσειεν τὴν στάσιν, τὸ δ᾽ ἀληθὲς συμπράξων ἐκείνῳ τὴν ἀρχήν. [341] Φασαήλου δ᾽ ὑπαντήσαντος καὶ δεξαμένου ξενίᾳ Πάκορος πείθει πρεσβεύσασθαι παρὰ Βαζαφράνην αὐτόν, δόλον τινὰ τοῦτον συντιθείς. καὶ Φασάηλος οὐδὲν ὑπιδόμενος πείθεται μὴ ἐπαινοῦντος Ἡρώδου τοῖς πραττομένοις διὰ τὸ τῶν βαρβάρων ἄπιστον, ἀλλὰ καὶ Πακόρῳ καὶ τοῖς ἥκουσιν ἐπιτίθεσθαι κελεύοντος. [342]

Ὤιχοντο δ᾽ οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν αὐτούς. γενομένοις δ᾽ ἐν τῇ Γαλιλαίᾳ μεθ᾽ ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων ὑφεστῶτες. [343] καὶ Βαζαφράνης τὸ μὲν πρῶτον αὐτοὺς ὑποδέχεται προθύμως καὶ δῶρα δίδωσιν, ἔπειτα ἐπεβούλευεν. πλησίον δὲ μετὰ ἱππέων ὑπὲρ θαλάττης οἱ περὶ Φασάηλον κατάγονται καὶ ἐνταῦθ᾽ ἀκούσαντες, ὡς Ἀντίγονος ὑπόσχοιτο χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας τοῖς Πάρθοις κατ᾽ αὐτῶν, δι᾽ ὑποψίας εἶχον ἤδη τοὺς βαρβάρους. [344] οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης, καὶ συνελήφθησαν ἄν, εἰ μὴ περιέμενον ἕως ἂν οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν, μὴ προανῃρημένων τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι. καὶ ἦν ταῦθ᾽ οὕτως ἔχοντα καὶ οἱ φύλακες αὐτῶν ἑωρῶντο. [345] Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο: ἐγγὺς γὰρ ἦν θάλασσα. [346] δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ: προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν: χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρ᾽ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας. [347] δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς Πάκορον. [348]

Οἰχομένου δὲ τῶν Πάρθων ἐδέσμευόν τινες Ὑρκανὸν καὶ Φασάηλον πολλὰ τῆς ἐπιορκίας κακίζοντα τοὺς Πάρθους. δ᾽ ἐπὶ τὸν Ἡρώδην ἀπεσταλμένος εὐνοῦχος ἐντολὰς εἶχεν προαγαγὼν αὐτὸν ἔξω τοῦ τείχους συλλαμβάνειν. [349] ἔτυχον δὲ ἄγγελοι παρὰ Φασαήλου πεμφθέντες ἐπὶ δηλώσει τῆς τῶν Πάρθων ἀπιστίας, οὓς τῶν πολεμίων συλλαβόντων γνοὺς Ἡρώδης πρόσεισι Πακόρῳ καὶ Πάρθων τοῖς δυνατοῖς ὡς οὖσιν τῶν ἄλλων δεσπόταις. [350] οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς τὰ γράμματα κομίζουσιν: οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν, ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος. [351] τούτοις Ἡρώδης οὐκ ἐπίστευσεν: ἀκηκόει γὰρ τὴν σύλληψιν τἀδελφοῦ παρ᾽ ἑτέρων: καὶ παραινούσης δὲ τῆς Ὑρκανοῦ θυγατρός, ἧς ἐγγεγύητο τὴν παῖδα, ἔτι μᾶλλον ὑπώπτευε τοὺς Πάρθους. οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δ᾽ ἐπίστευεν λίαν ἔμφρονι γυναικί. [352]

Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ τῆς Πάρθων ἐπιβουλῆς τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπ᾽ ἀδήλοις τοῖς ἀπὸ τῶν πολεμίων κινδύνοις. [353] ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα, Ὑρκανοῦ δ᾽ ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους. [354] ὧν οὐδεὶς ἂν οὕτως στερρὸς τὴν φύσιν εὑρέθη, ὃς τότε παρὼν τοῖς πραττομένοις οὐκ ἂν ᾤκτειρεν αὐτοὺς τῆς τύχης, γυναίων ἐπαγομένων νήπια τέκνα καὶ μετὰ δακρύων καὶ οἰμωγῆς ἀπολειπουσῶν τὴν πατρίδα καὶ φίλους ἐν δεσμοῖς καὶ περὶ αὐτῶν οὐδὲν ἔτι χρηστὸν προσδεχομένων. [355]

Ἀλλ᾽ Ἡρώδης ἐπάνω τῆς ἐκ τοῦ δεινοῦ πληγῆς τὸ φρόνημα ποιησάμενος αὐτός τε ἦν πρὸς τὸ δεινὸν εὔψυχος καὶ παριὼν κατὰ τὴν ὁδὸν θαρρεῖν ἕκαστον παρεκελεύετο καὶ μὴ παρέχειν αὑτὸν ἔκδοτον τῇ λύπῃ: τοῦτο γὰρ αὐτοὺς βλάπτειν πρὸς τὴν φυγήν, ἐν τὴν σωτηρίαν αὐτοῖς μόνῃ κεῖσθαι συμβέβηκεν. [356] καὶ οἱ μὲν ὡς Ἡρώδης παρῄνει φέρειν τὴν συμφορὰν ἐπειρῶντο. μικροῦ δ᾽ αὑτὸν διεχρήσατο τοῦ ζεύγους περιτραπέντος καὶ τῆς μητρὸς αὐτῷ κινδυνευσάσης ἀποθανεῖν, διά τε τὸ ἐπ᾽ αὐτῇ πάθος καὶ διὰ τὸ φοβεῖσθαι, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι διώκοντες τριβῆς περὶ τὸ πταῖσμα γενομένης. [357] σπασάμενον γοῦν αὐτὸν τὸ ξίφος καὶ μέλλοντα πλήττειν αὑτὸν κατέσχον οἱ παρόντες, τῷ τε πλήθει κατισχύσαντες καὶ ὡς οὐκ ἐχρῆν αὐτοὺς ἐγκαταλιπεῖν ἐπὶ τοῖς ἐχθροῖς ἐσομένους λέγοντες: οὐ γὰρ εἶναι γενναίου τῶν δεινῶν αὑτὸν ἐλευθερώσαντα τοὺς φίλους ἐν αὐτοῖς ὑπεριδεῖν. [358] βιασθεὶς οὖν ἀποσχέσθαι τοῦ κατ᾽ αὐτὸν τολμήματος αἰδοῖ τε τῶν λεγομένων καὶ πλήθει τῶν οὐκ ἐπιτρεπόντων αὐτοῦ τῇ χειρὶ διακονεῖν οἷς ἐντεθύμητο, ἀνακτησάμενος τὴν μητέρα καὶ θεραπείας ἧς καιρὸς ἤπειγεν ἀξιώσας ἐβάδιζεν τὴν προκειμένην ὁδὸν συντονωτέραν ποιούμενος τὴν πορείαν εἰς Μάσαδαν τὸ ἔρυμα. πολλὰς δὲ μάχας πρὸς τοὺς ἐπεξελθόντας καὶ διώκοντας τῶν Πάρθων μαχεσάμενος πάσας ἐνίκησεν. [359]

Ἔμεινε δ᾽ αὐτῷ παρὰ τὴν φυγὴν οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἀσφαλῆ, συνεπέθεντο δὲ καὶ οὗτοι γενομένοις ἀπὸ σταδίων ἑξήκοντα τῆς πόλεως προσβάλλοντές τε καὶ εἰς χεῖρας ἐρχόμενοι κατὰ τὴν ὁδόν. [360] οὓς δὴ καὶ τρεψάμενος καὶ κρατήσας οὐχ ὡς ἐν ἀπορίᾳ καὶ ἀνάγκῃ τις τοιαύτῃ καθεστώς, ἀλλ᾽ ὡς κάλλιστα καὶ μετὰ πολλοῦ τοῦ περιόντος πρὸς πόλεμον παρεσκευασμένος, ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν τῶν Ἰουδαίων ἐκράτησε, μετὰ χρόνον βασιλεύσας ἔκτισε καὶ βασίλειον κατεσκεύασεν ἀξιολογώτατον καὶ πόλιν περὶ αὐτὸ Ἡρωδίαν προσαγορεύσας. [361] γενομένῳ δὲ τῆς Ἰδουμαίας ἐν Θρήσᾳ χωρίῳ οὕτω καλουμένῳ ἀδελφὸς Ἰώσηπος ὑπήντησεν καὶ βουλὴν περὶ τῶν ὅλων ἦγε, τί χρὴ ποιεῖν, πολλοῦ μὲν πλήθους ἐπαγομένου καὶ δίχα τῶν μισθοφορούντων αὐτοῖς, τοῦ δὲ χωρίου τῆς Μεσάδας, εἰς προύκειτο συμφυγεῖν ἐλάττονος ὄντος ὑποδέξασθαι τοσοῦτον ὄχλον. [362] τοὺς μὲν οὖν πλείους ἀπέλυσεν ὑπὲρ ἐννέα χιλιάδας ὄντας ἄλλον ἀλλαχῆ κελεύσας διὰ τῆς Ἰδουμαίας σώζειν αὑτούς, δοὺς ἐφόδια: ὅσοι δ᾽ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἀναλαβὼν εἰς τὸ ἔρυμα παραγίνεται καὶ καταθέμενος αὐτόθι τάς τε γυναῖκας καὶ τοὺς ἑπομένους, ἦσαν δὲ ὡς ὀκτακόσιοι, σίτου τε ὄντος ἐν τῷ χωρίῳ καὶ ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων διαρκούντως αὐτοῖς ἐξώρμησεν αὐτὸς ἐπὶ Πέτρας τῆς Ἀραβίας. [363] ἅμα δ᾽ ἡμέρᾳ τὰ μὲν ἄλλα πάντα τῶν Ἱεροσολύμων διήρπαζον οἱ Πάρθοι καὶ τὸ βασίλειον, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων: τὰ δ᾽ ἦν ὡς τριακόσια τάλαντα. [364] πολλὰ δὲ τῶν Ἡρώδου διέφυγεν καὶ μάλισθ᾽ ὅσα προκομισθῆναι κατὰ προμήθειαν τἀνδρὸς εἰς τὴν Ἰδουμαίαν ἐφθάκει. τὰ μὲν οὖν κατὰ τὴν πόλιν οὐκ ἀπέχρησε τοῖς Πάρθοις, ἀλλὰ καὶ τὴν χώραν αὐτῶν ἐξιόντες ἐκάκουν καὶ Μάρισάν τε πόλιν δυνατὴν ἀνέστησαν. [365]

Καὶ Ἀντίγονος μὲν οὕτως καταχθεὶς εἰς τὴν Ἰουδαίαν ὑπὸ τοῦ Πάρθων βασιλέως Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. σφόδρα δ᾽ ἦν ἄθυμος τῶν γυναικῶν αὐτὸν διαφυγουσῶν, ἃς τοῖς πολεμίοις ἐνεθυμεῖτο δώσειν, τοῦτον αὐτοῖς τὸν μισθὸν μετὰ τῶν χρημάτων ὑποσχόμενος. [366] φοβούμενος δὲ τὸν Ὑρκανόν, μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, παραστάς, ἐτηρεῖτο δὲ ὑπὸ τῶν Πάρθων, ἐπιτέμνει αὐτοῦ τὰ ὦτα πραγματευόμενος μηκέτ᾽ αὖθις εἰς αὐτὸν ἀφικέσθαι τὴν ἀρχιερωσύνην διὰ τὸ λελωβῆσθαι, τοῦ νόμου τῶν ὁλοκλήρων εἶναι τὴν τιμὴν ἀξιοῦντος. [367] Φασάηλον δ᾽ ἄν τις θαυμάσειε τῆς εὐψυχίας, ὃς γνοὺς αὑτὸν ἀποσφάττεσθαι μέλλοντα οὐχὶ τὸν θάνατον ἡγήσατο δεινόν, τὸ δ᾽ ὑπ᾽ ἐχθροῦ τοῦτο παθεῖν πικρότατον καὶ αἴσχιστον ὑπολαβών, τὰς χεῖρας οὐκ ἔχων ἐλευθέρας ὑπὸ δεσμῶν πρὸς ἀναίρεσιν πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἐξήγαγε μὲν αὑτὸν ὡς ἐδόκει κάλλιστα τοῦ ζῆν παρὰ τοιαύτην ἀπορίαν, τῆς δ᾽ ἐξουσίας τοῦ κτεῖναι πρὸς ἡδονὴν αὐτὸν ἀφείλετο τὸν πολέμιον. [368] λέγουσι δ᾽, ὡς τραύματος μεγάλου γενομένου φαρμάκοις αὐτὸν ὑποπέμψας ἰατροὺς Ἀντίγονος ὡς ἐπὶ θεραπείᾳ διέφθειρεν θανασίμοις χρησαμένων εἰς τὸ τραῦμα. [369] πρὸ μέντοι τοῦ τελέως ἀφεῖναι τὴν ψυχὴν Φασάηλος ἀκούσας παρά τινος γυναίου τὸν ἀδελφὸν Ἡρώδην τοὺς πολεμίους διαπεφευγότα σφόδρα τὴν τελευτὴν εὐθύμως ὑπέμεινεν καταλιπὼν τὸν ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ καὶ τοὺς ἐχθροὺς τιμωρήσασθαι δυνάμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: