previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[394]

Ἡρώδης δ᾽ ἐκ τῆς Ἰταλίας ἤδη καταπεπλευκὼς εἰς Πτολεμαΐδα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε ἅμα καὶ ὁμοφύλων ἤλαυνε διὰ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἀντίγονον. συνελάμβανον δ᾽ αὐτῷ Σίλων τε καὶ Βεντίδιος πεισθέντες ὑπὸ Δελλίου συγκατάγειν Ἡρώδην τοῦ πεμφθέντος ὑπ᾽ Ἀντωνίου. [395] Βεντίδιος μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας καθιστάμενος, Σίλων δ᾽ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπ᾽ Ἀντιγόνου διεφθαρμένος. Ἡρώδῃ μέντοι προϊόντι καθ᾽ ἑκάστην ἡμέραν δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν ὀλίγων αὐτῷ προστέθειτο. [396] ὡρμηκότα δ᾽ αὐτὸν ἐπὶ τοὺς ἐν Μεσάδα, ἀναγκαῖον γὰρ ἦν τὸ σῶσαι τοὺς ἐν τῷ φρουρίῳ πολιορκουμένους συγγενεῖς ὄντας, ἐμποδὼν Ἰόππη γίνεται: πολεμίαν γὰρ οὖσαν αὐτὴν ἐχρῆν ἐξελεῖν πρότερον, ὅπως μηδὲν ὑπολείπηται κατὰ νώτου τοῖς ἐχθροῖς ἔρυμα χωροῦντος ἐπὶ Ἱεροσολύμων. [397] ποιησαμένου δὲ καὶ Σίλωνος ταύτην πρόφασιν τῆς ἀπαναστάσεως καὶ τῶν Ἰουδαίων διωκόντων αὐτὸν Ἡρώδης μετ᾽ ὀλίγου στίφους ἐπέξεισιν καὶ τρέπεται μὲν τοὺς Ἰουδαίους, Σίλωνα δὲ σώζει κακῶς ἀμυνόμενον, ἑλών τε τὴν Ἰόππην ἔσπευδεν ῥυσόμενος τοὺς ἐν Μασάδα οἰκείους. [398] τῶν δ᾽ ἐπιχωρίων οἱ μὲν αὐτῷ διὰ τὴν πατρῴαν προσεχώρουν φιλίαν, οἱ δὲ διὰ τὴν αὐτοῦ δόξαν, ἄλλοι δὲ κατ᾽ ἀμοιβὴν τῆς παρ᾽ ἀμφοτέρων εὐεργεσίας, οἱ πλείους δὲ διὰ τὰς ἐλπίδας, ἃς ὡς ἐπὶ βασιλεῖ βεβαίῳ τὸ λοιπὸν εἶχον. [399]

Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προϊόντος Ἀντίγονος τῶν παρόδων τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ τούτου τοὺς πολεμίους μικρὰ παντάπασιν ἔβλαπτεν. [400] Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα, συνῆπτε δ᾽ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες. [401] στρατοπεδευσαμένου δὲ κατὰ τὸ πρὸς δύσιν τῆς πόλεως κλίμα οἱ κατὰ τοῦτο τεταγμένοι φύλακες ἠκόντιζόν τε καὶ ἐτόξευον εἰς αὐτούς, [402] ἐνίων δὲ καὶ κατὰ στῖφος ἐξιόντων καὶ τοῖς προτεταγμένοις εἰς χεῖρας ἐρχομένων, Ἡρώδης τὸ μὲν πρῶτον ἐκέλευσεν κηρύσσειν περὶ τὸ τεῖχος, ὡς ἐπ᾽ ἀγαθῷ τε παρείη τοῦ δήμου καὶ ἐπὶ σωτηρίᾳ τῆς πόλεως, μηδὲν μηδὲ τοῖς φανεροῖς τῶν ἐχθρῶν μνησικακήσων, ἀλλὰ παρέξων καὶ τοῖς διαφορωτάτοις ἀμνηστίαν τῶν εἰς αὐτὸν ἁμαρτημάτων. [403] τοῦ δὲ Ἀντιγόνου πρὸς τὰ ὑπὸ τοῦ Ἡρώδου κηρυχθέντα λέγοντος πρός τε Σίλωνα καὶ τὸ τῶν Ῥωμαίων στράτευμα, ὡς παρὰ τὴν αὐτῶν δικαιοσύνην Ἡρώδῃ δώσουσιν τὴν βασιλείαν ἰδιώτῃ τε ὄντι καὶ Ἰδουμαίῳ, τουτέστιν ἡμιιουδαίῳ, δέον τοῖς ἐκ τοῦ γένους οὖσι παρέχειν ὡς ἔθος ἐστὶν αὐτοῖς. [404] καὶ γὰρ εἰ νυνὶ πρὸς αὐτὸν ἔχουσιν χαλεπῶς καὶ τὴν βασιλείαν ὡς λαβόντα παρὰ Πάρθων ἀφελέσθαι διεγνώκασιν, εἶναί γε πολλοὺς ἐκ τοῦ γένους αὐτοῦ τοὺς ληψομένους κατὰ τὸν νόμον τὴν βασιλείαν, οἳ μηδὲν ἐξημαρτηκότες αὐτοὶ πρὸς Ῥωμαίους καὶ ἱερεῖς ὄντες οὐκ ἂν εἰκότα πάσχοιεν τῆς τιμῆς στερόμενοι. [405] ταῦτα πρὸς ἀλλήλους αὐτῶν λεγόντων καὶ προελθόντων εἰς βλασφημίας Ἀντίγονος ἀμύνασθαι τοὺς ἀπὸ τοῦ τείχους ἐπέτρεπεν τοῖς ἰδίοις. οἱ δὲ τοξεύοντες καὶ πολλῇ προθυμίᾳ κατ᾽ αὐτῶν χρώμενοι ῥᾳδίως αὐτοὺς ἀπὸ τῶν πύργων ἐτρέψαντο. [406]

Τότε καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν: καθῆκε γὰρ τῶν οἰκείων στρατιωτῶν οὐκ ὀλίγους σπάνιν τῶν ἐπιτηδείων καταβοᾶν καὶ χρήματα εἰς τροφὰς αἰτεῖν καὶ χειμάσοντας ἀπάγειν εἰς τοὺς ἐπιτηδείους τόπους, τῶν περὶ τὴν πόλιν ὄντων ἐρήμων διὰ τὸ ὑπὸ τῶν Ἀντιγόνου στρατιωτῶν ἀνεσκευάσθαι, ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο. [407] Ἡρώδης δ᾽ ἐνέκειτο παρακαλῶν τούς τε ὑπὸ τῷ Σίλωνι ἡγεμόνας καὶ τοὺς στρατιώτας μὴ καταλιπεῖν αὐτόν, Καίσαρός τε καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προτρεψάντων αὐτόν: προνοήσειν γὰρ αὐτῶν τῆς εὐπορίας καὶ παρέξειν αὐτοῖς ἀφθονίαν ὧν ἐπιζητοῦσιν ῥᾳδίως. [408] καὶ μετὰ τὴν δέησιν εὐθὺς ἐξορμήσας εἰς τὴν χώραν οὐκέτ᾽ οὐδεμίαν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν ὑπελίπετο: πλῆθος γὰρ ὅσον οὐδ᾽ ἤλπισέν τις τῶν ἐπιτηδείων ἐκόμισεν, τοῖς τε περὶ Σαμάρειαν ᾠκειωμένοις πρὸς αὐτὸν ἐπέστειλεν σῖτα καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα τά τε ἄλλα πάντα κατάγειν εἰς Ἱεριχοῦντα τοῦ μηδὲ τὰς ἑξῆς ἡμέρας εἰς χορηγίαν τοὺς στρατιώτας ἐπιλιπεῖν. [409] οὐκ ἐλάνθανε δὲ ταῦτ᾽ Ἀντίγονον, ἀλλ᾽ εὐθὺς ἀπέπεμψεν κατὰ τὴν χώραν τοὺς εἴρξοντας καὶ λοχήσοντας τοὺς σιτηγοῦντας, οἱ δὲ πειθόμενοι τοῖς Ἀντιγόνου προστάγμασιν καὶ πολὺ πλῆθος ὁπλιτῶν περὶ Ἱεριχοῦντα ἀθροίσαντες παρεφύλασσον ἐπὶ τῶν ὀρῶν καθεσθέντες τοὺς τὰ ἐπιτήδεια κομίζοντας. [410] οὐ μὴν Ἡρώδης τούτων πραττομένων ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων, πέντε δὲ Ἰουδαίων ἦσαν, καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων ἐπὶ Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν ἐκλελειμμένην καταλαβών, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς, τούτους μὲν ἀπέλυσεν λαβών, Ῥωμαῖοι δὲ εἰσπεσόντες διήρπασαν τὴν πόλιν μεσταῖς ἐπιτυγχάνοντες παντοίων κειμηλίων ταῖς οἰκίαις. [411] Ἱεριχοῦντος μὲν οὖν φρουρὰν καταλιπὼν βασιλεὺς ὑπέστρεψεν καὶ χειμάσουσαν τὴν Ῥωμαίων στρατιὰν εἰς τὰς προσκεχωρηκυίας διαφῆκεν Ἰδουμαίαν καὶ Γαλιλαίαν καὶ Σαμάρειαν. [412] ἔτυχεν δὲ καὶ Ἀντίγονος παρὰ Σίλωνος ἀντὶ τῆς δωροδοκίας ὥστε ὑποδέξασθαι τοῦ στρατοῦ μοῖραν ἐν Λύδδοις θεραπεύων Ἀντώνιον. καὶ Ῥωμαῖοι μὲν ἐν ἀφθόνοις διῆγον ἀνειμένοι τῶν ὅπλων. [413]

Ἡρώδῃ δ᾽ οὐκ ἐδόκει μένειν ἐφ᾽ ἡσυχίας, ἀλλ᾽ ἐπὶ τὴν Ἰδουμαίαν τὸν ἀδελφὸν Ἰώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν, αὐτὸς δ᾽ εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων τινὰ τῶν χωρίων ὑπ᾽ Ἀντιγόνου φρουραῖς κατειλημμένα. [414] διελθὼν δὲ εἰς Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς ἐπιτηδείοις. [415] εἶτ᾽ ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπ᾽ αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς: [416] ἔγγιστα δ᾽ ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δ᾽ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας. [417] ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ φεύγοντας κατ᾽ ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατ᾽ ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν. [418] καὶ ἐν τούτῳ Σίλων ἧκεν παρ᾽ αὐτὸν καὶ οἱ ἡγεμόνες τῶν ἐν τοῖς χειμαδίοις Ἀντιγόνου τροφὰς παρέχειν οὐ θέλοντος: μῆνα γὰρ οὐ πλέον αὐτοὺς ἀνὴρ ἔθρεψεν, διέπεμψεν δὲ καὶ πρὸς τοὺς κύκλῳ κελεύων τὰ κατὰ τὴν χώραν ἀνασκευάσασθαι καὶ εἰς τὰ ὄρη φεύγειν, ὡς μηδὲν ἔχοντες Ῥωμαῖοι λιμῷ διαφθαρεῖεν. [419] Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. δὲ ταχέως τε τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον ἠρημωμένον ἀνέκτισεν. [420]

Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους. [421] δ᾽ ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις λῃστὰς ἐπειγόμενος Σίλωνα μὲν ἐξέπεμψεν Οὐεντιδίῳ, αὐτὸς δ᾽ ἐπ᾽ ἐκείνους ἐξώρμησεν. [422] ἦν δ᾽ ἐν ὄρεσιν τὰ σπήλαια τελέως ἐξερρωγόσιν καὶ κατὰ τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα τὰς παρόδους καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα: [423] ἐν δὴ τούτοις μετὰ πάντων τῶν οἰκείων ἐφώλευον. δὲ βασιλεὺς λάρνακας ἐπ᾽ αὐτοὺς πηξάμενος καθίει ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ κορυφῆς τοῦ ὄρους, μήτε κάτωθεν ἀνιέναι διὰ τὴν ὀξύτητα τοῦ ὄρους δυναμένων μήτε ἄνωθεν καθέρπειν ἐπ᾽ αὐτούς. [424] αἱ δὲ λάρνακες πλήρεις ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς ἔμελλον ἐπισπώμενοι τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους. τὴν μέντοι γε κάθεσιν τῶν λαρνάκων σφαλερὰν εἶναι συνέβαινεν κατὰ βάθους ἀπείρου γινομένην: ἔνδον μέντοι καὶ τὰ ἐπιτήδεια παρῆν αὐτοῖς. [425] ὡς δὲ καθιμήθησαν αἱ λάρνακες, ἐτόλμα δ᾽ οὐδεὶς προσελθεῖν τοῖς ἐπὶ τῶν στομίων, ἀλλ᾽ ὑπὸ δέους ἠρέμουν, μάχαιράν τις περιζωσάμενος τῶν ὁπλοφόρων καὶ ταῖν χεροῖν ἀμφοτέραιν δραξάμενος ἁλύσεως, ἀφ᾽ ἧς ἤρτητο λάρναξ, κατῄει ἐπὶ τὰ στόμια δυσχεράνας τὴν τριβὴν τῶν ἐπεξιέναι μὴ τολμώντων. [426] καὶ γενόμενος κατά τι στόμιον πρῶτα μὲν παλτοῖς ἀνακόπτει τοὺς πολλοὺς τῶν ἐπὶ τοῦ στομίου, ἔπειτα ἅρπῃ τοὺς ἀνθεστῶτας ἐπισπασάμενος ὠθεῖ κατὰ τοῦ κρημνοῦ, καὶ τοῖς ἔνδον ἐπεισελθὼν ἀποσφάττει τε πολλοὺς καὶ εἰσελθὼν εἰς τὴν λάρνακα ἡσύχασεν. [427] φόβος δὲ εἶχε τοὺς ἄλλους τῆς οἰμωγῆς ἀκούοντας καὶ περὶ τῆς σωτηρίας ἀπόγνωσις, τὸ μέντοι γε πᾶν ἔργον ἐπέσχεν ἐπεξελθοῦσιν: καὶ πολλοὶ συγχωρήσαντος τοῦ βασιλέως ἐπικηρυκευσάμενοι παρέδοσαν σφᾶς ὑπηκόους εἶναι. [428] τῷ δ᾽ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ἐχρήσαντο τῇ προσβολῇ, μᾶλλον ἔτι τῶν ἐν τοῖς πήγμασιν ἐπεξιόντων αὐτοῖς καὶ κατὰ θύρας μαχομένων πῦρ τε ἐνιέντων. [429] ἐξαφθέντων τε τῶν ἄντρων, πολλὴ γὰρ ἦν ἐν αὐτοῖς ὕλη, πρεσβύτης τις ἀπειλημμένος ἔνδον σὺν ἑπτὰ τέκνοις καὶ γυναικί, δεομένων τούτων ἐᾶσαι σφᾶς ὑπεξελθεῖν πρὸς τοὺς πολεμίους, στὰς ἐπὶ τοῦ στομίου τὸν ἀεὶ πρῶτον ἐξιόντα τῶν παίδων ἀπέσφαττεν, εἰς πάντας διεχρήσατο, ἔπειτα δὲ καὶ τὴν γυναῖκα, καὶ ῥίψας κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς ἐπικατέβαλεν ἑαυτὸν θάνατον πρὸ δουλείας ὑπομένων. [430] πολλὰ δὲ πρῶτον ὠνείδισεν τὸν Ἡρώδην εἰς ταπεινότητα καί τοι τοῦ βασιλέως, ἦν γὰρ ἄποπτα αὐτῷ τὰ γινόμενα, δεξιάν τε προτείνοντος καὶ πᾶσαν ἄδειαν. τὰ μὲν οὖν σπήλαια τούτων γενομένων ἤδη πάντα ἐκεχείρωτο. [431]

Καταστήσας δ᾽ βασιλεὺς τοῖς αὐτόθι στρατηγὸν Πτολεμαῖον εἰς Σαμάρειαν ᾤχετο σὺν ἱππεῦσιν ἑξακοσίοις ὁπλίταις δὲ τρισχιλίοις ὡς μάχῃ κριθησόμενος πρὸς Ἀντίγονον. [432] οὐ μὴν τῷ Πτολεμαίῳ προυχώρησεν τὰ κατὰ τὴν στρατηγίαν, ἀλλ᾽ οἱ καὶ πρότερον τὴν Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες αὐτὸν διεχρήσαντο καὶ τοῦτο δράσαντες συμφεύγουσιν εἴς τε τὰ ἕλη καὶ τὰ δύσβατα τῶν χωρίων, ἄγοντες καὶ διαρπάζοντες τὴν αὐτόθι πᾶσαν. [433] τιμωρεῖται δὲ τούτους Ἡρώδης ἐπανελθών: τοὺς μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δ᾽ ἀναφυγόντας εἰς ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν νεωτεροποιίαν καὶ τὰς πόλεις ἑκατὸν ταλάντοις. [434]

Ἐν δὲ τῷ μεταξὺ Πακόρου πεσόντος ἐν μάχῃ καὶ τῶν Πάρθων πταισάντων πέμπει βοηθὸν Βεντίδιος Ἡρώδῃ Μαχαιρᾶν σὺν δυσὶ τάγμασι καὶ χιλίοις ἱππεῦσιν ἐπισπεύδοντος Ἀντωνίου. [435] Μαχαιρᾶς μὲν οὖν Ἀντιγόνου καλοῦντος αὐτὸν παρὰ τὴν Ἡρώδου γνώμην χρήμασι διεφθαρμένος ἀπῄει ὡς κατασκεψόμενος αὐτοῦ τὰ πράγματα. τὴν δὲ διάνοιαν ὑπιδόμενος αὐτοῦ τὴν τῆς ἀφίξεως Ἀντίγονος οὐδὲ προσεδέξατο, ἀλλὰ σφενδόναις βάλλων αὐτὸν ἀνεῖργεν, καὶ διεδήλου τὴν αὐτοῦ προαίρεσιν. [436] αἰσθόμενος δὲ τὰ βέλτιστα Ἡρώδην αὐτῷ παραινοῦντα καὶ αὐτὸν διημαρτηκότα παρακούσαντα τῆς ἐκείνου συμβουλίας, ἀνεχώρει μὲν εἰς Ἀμμαοῦν πόλιν, οἷς δὲ κατὰ τὴν ὁδὸν Ἰουδαίοις περιετύγχανεν τούτους ἀπέσφαττεν ἐχθρούς τε καὶ φίλους ὀργιζόμενος ὑπὲρ ὧν πεπόνθει. [437] παροξυνθεὶς δ᾽ ἐπὶ τούτοις βασιλεὺς ἐπὶ Σαμαρείας ᾔει: πρὸς γὰρ Ἀντώνιον ἐγνώκει περὶ τούτων ἀφικέσθαι: δεῖσθαι γὰρ οὐχὶ τοιούτων συμμάχων, οἳ βλάψουσι μᾶλλον αὐτὸν τοὺς πολεμίους: ἐξαρκεῖν δὲ καὶ αὐτῷ πρὸς τὴν Ἀντιγόνου καθαίρεσιν. [438] παρακολουθῶν δ᾽ Μαχαιρᾶς ἐδεῖτο μένειν: εἰ δὲ οὕτως ὥρμηκεν, ἀλλὰ τόν γε ἀδελφὸν αὐτοῦ Ἰώσηπον παρακαθιστάνειν σφίσι προσπολεμοῦσιν Ἀντιγόνῳ. καὶ διαλλάττεται μὲν πολλὰ τοῦ Μαχαιρᾶ δεηθέντος, καταλιπὼν δὲ τὸν Ἰώσηπον αὐτόθι σὺν στρατῷ παρῄνεσεν μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι. [439]

Αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδεν, ἐτύγχανεν γὰρ πολιορκῶν Σαμόσατα τὸ πρὸς τῷ Εὐφράτῃ χωρίον, σὺν ἱππόταις τε καὶ πεζοῖς κατὰ συμμαχίαν αὐτῷ παροῦσιν. [440] παραγενόμενος δ᾽ εἰς Ἀντιόχειαν καὶ πολλοῖς ἐπιτυχὼν ἠθροισμένοις καὶ πρὸς Ἀντώνιον μὲν σπουδὴν βαδίζειν ἔχουσιν, ὑπὸ δέους δὲ διὰ τὸ κατὰ τὰς ὁδοὺς ἐπιτίθεσθαι τοὺς βαρβάρους καὶ πολλοὺς ἀναιρεῖν οὐ τολμῶντας ἐξορμᾶν, παραθαρσύνας αὐτὸς ἡγεμὼν γίνεται τῆς ὁδοῦ. [441] κατὰ δὲ σταθμὸν δεύτερον * τῶν Σαμοσάτων ἐλόχα μὲν αὐτόθι τῶν βαρβάρων ἐνέδρα τοὺς φοιτῶντας πρὸς Ἀντώνιον, δρυμῶν δὲ τὰς εἰσβολὰς τὰς εἰς τὰ πεδία διαλαμβανόντων προλοχίζουσιν αὐτόθι τῶν ἱππέων οὐκ ὀλίγους ἠρεμήσοντας ἕως ἂν εἰς τὸ ἱππήλατον οἱ διεξιόντες ἔλθοιεν. [442] ὡς δ᾽ οἱ πρῶτοι διεξῆλθον, ὀπισθοφυλακεῖ μὲν Ἡρώδης, προσπίπτουσι δὲ ἐξαπιναίως οἱ ἐκ τῆς ἐνέδρας ὄντες εἰς πεντακοσίους, καὶ τρεψαμένων τοὺς πρώτους ἐπιδραμὼν βασιλεὺς τῇ ῥύμῃ τῇ περὶ αὐτὸν παραχρῆμα μὲν ἀνακόπτει τοὺς πολεμίους, ἐπεγείρει δὲ τὸ τῶν οἰκείων φρόνημα καὶ θαρραλέους ἀπεργάζεται, καὶ τῶν πάλαι φευγόντων ἐξ ὑποστροφῆς μαχομένων ἐκτείνοντο πάντοθεν οἱ βάρβαροι. [443] ἐπέκειτο δ᾽ βασιλεὺς ἀναιρῶν καὶ τὰ διηρπασμένα, πολλὰ δ᾽ ἦν σκευοφόρα καὶ ἀνδράποδα, πάντα ἀνασωσάμενος προῄει. [444] καὶ πλειόνων αὐτοῖς ἐπιθεμένων τῶν ἐν τοῖς δρυμῶσιν, οἳ πλησίον τῆς εἰς τὸ πεδίον ἐκβολῆς ἦσαν, καὶ τούτοις προσμίξας αὐτὸς μετὰ στίφους καρτεροῦ τρέπεται καὶ πολλοὺς αὐτῶν ἀποκτείνας ἀδεᾶ τοῖς ἑπομένοις ὁδὸν παρεῖχεν: οἱ δὲ σωτῆρα καὶ προστάτην αὐτὸν ἐκάλουν. [445]

Ἐπεὶ δὲ πλησίον τῶν Σαμοσάτων γεγόνει, πέμπει τὸ στράτευμα ὑπαντησόμενον Ἀντώνιος σὺν τῷ οἰκείῳ κόσμῳ τιμὴν Ἡρώδῃ ταύτην ἀπονέμων καὶ ἐπικουρίας ἕνεκα: τὴν γὰρ τῶν βαρβάρων ἀκηκόει κατ᾽ αὐτῶν ἐπίθεσιν. [446] καὶ δὴ παρόντα τε εἶδεν ἀσμένως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ πεπραγμένα μαθὼν ἐδεξιοῦτο καὶ τῆς ἀρετῆς ἐθαύμαζεν, αὐτός τε περιλαβὼν αὐτὸν Ἀντώνιος ὡς εἶδεν ἠσπάζετο προυτίμα τε νεωστὶ βασιλέα ἀποδείξας. [447] Ἀντιόχου δὲ μετ᾽ οὐ πολὺ τὸ ἔρυμα παραδόντος καὶ διὰ τοῦτο παυσαμένου τοῦ πολέμου Σοσσίῳ μὲν Ἀντώνιος παραδίδωσιν * παρακελευσάμενος δὲ Ἡρώδῃ συμμαχεῖν αὐτὸς ἐπ᾽ Αἰγύπτου ἐχώρει. καὶ Σόσσιος μὲν δύο τάγματα ἐπικουρικὰ Ἡρώδῃ προύπεμψεν εἰς τὴν Ἰουδαίαν, αὐτὸς δὲ μετὰ τοῦ πλείονος στρατοῦ ἠκολούθει. [448]

Ἔτυχεν δ᾽ ἤδη κατὰ τὴν Ἰουδαίαν τεθνεὼς Ἰώσηπος τρόπῳ τοιούτῳ: λήθην μὲν ὧν αὐτῷ παρήγγειλεν ἀδελφὸς πρὸς Ἀντώνιον ἀπερχόμενος λαμβάνει, στρατοπεδευσάμενος δὲ ἀνὰ τὰ ὄρη, πέντε γὰρ αὐτῷ σπείρας Μαχαιρᾶ δόντος ἐπὶ Ἱεριχοῦντος ἠπείγετο βουλόμενος ἐκθερίσαι τὸν σῖτον αὐτῶν, [449] καὶ νεοσυλλέκτου τοῦ Ῥωμαίων στρατεύματος ὄντος, καὶ πολέμων ἀπείρως ἔχοντος καὶ γὰρ πολὺ ἐκ Συρίας ἦν τὸ κατειλεγμένον, ἐπιθεμένων αὐτόθι τῶν πολεμίων, ἀποληφθεὶς ἐν δυσχωρίαις αὐτός τε ἀποθνήσκει γενναίως μαχόμενος καὶ τὸ στράτευμα πᾶν ἀπέβαλεν: ἓξ γὰρ σπεῖραι διεφθάρησαν. [450] κρατήσας δὲ τῶν νεκρῶν Ἀντίγονος ἀποτέμνει τὴν Ἰωσήπου κεφαλὴν πεντήκοντα ταλάντων αὐτὴν ῥυομένου Φερώρα τἀδελφοῦ. καὶ μετὰ τοῦτο ἀποστάντες Γαλιλαῖοι τῶν παρὰ σφίσι δυνατῶν τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας πολλὰ ἐνεωτερίσθη. Μαχαιρᾶς δὲ χωρίον Ηττον ἐξωχύρου. [451]

Παρῆσαν δ᾽ ἄγγελοι τῶν πεπραγμένων πρὸς τὸν βασιλέα καὶ ἐν Δάφνῃ τῆς Ἀντιοχείας ἐδήλωσαν αὐτῷ τὴν κατὰ τὸν ἀδελφὸν τύχην, προσδεχομένῳ μέντοι καὶ αὐτῷ διά τινας ὀνείρων ὄψεις τρανῶς προφαινούσας τὸν τοῦ ἀδελφοῦ θάνατον. [452] ἐπειχθεὶς οὖν κατὰ τὴν πορείαν ὡς κατὰ Λίβανον τὸ ὄρος γίνεται, ὀκτακοσίους μὲν τῶν αὐτόθι προσλαμβάνει, ἔχων δὲ καὶ Ῥωμαϊκὸν ἓν τάγμα εἰς Πτολεμαΐδα παραγίνεται, κἀκεῖθεν νυκτὸς ἀναστὰς μετὰ τοῦ στρατοῦ προῄει διὰ τῆς Γαλιλαίας. [453] ὑπήντων δ᾽ οἱ πολέμιοι καὶ κρατηθέντες τῇ μάχῃ κατεκλείσθησαν εἰς χωρίον, ὅθεν ἦσαν ὡρμηκότες τῇ προτεραίᾳ: προσβολὰς δὴ τοὐντεῦθεν ἕωθεν ἐποιεῖτο, καὶ πολλοῦ χειμῶνος καταρραγέντος οὐδὲν ποιεῖν δυνάμενος ἀπάγει τὴν στρατιὰν εἰς τὰς πλησίον κώμας. ἐλθόντος δ᾽ αὐτῷ παρ᾽ Ἀντωνίου καὶ δευτέρου τάγματος οἱ τὸ χωρίον ἔχοντες φοβηθέντες νυκτὸς ἐξέλιπον αὐτό. [454] καὶ βασιλεὺς ἔσπευδεν ἐπὶ Ἱεριχοῦντος τιμωρήσασθαι κατὰ νοῦν ἔχων αὐτοὺς ὑπὲρ τἀδελφοῦ. ἐπεὶ δὲ κατέζευξεν, εἱστία μὲν τοὺς ἐν τέλει, μετὰ δὲ τὴν συνουσίαν παρῆλθεν εἰς τὸ δωμάτιον ἀπολύσας τοὺς παρόντας. [455] ἐνταῦθα ἴδοι τις ἂν τοῦ βασιλέως τὴν ἐκ τοῦ θεοῦ εὔνοιαν: πίπτει μὲν γὰρ στέγη τοῦ οἰκήματος, οὐδένα δὲ ἀπολαβοῦσα διέφθειρεν, ὥστε πάντας πιστεῦσαι τὸν Ἡρώδην εἶναι θεοφιλῆ, μέγαν οὕτω καὶ παράδοξον διαφυγόντα κίνδυνον. [456]

Τῇ δ᾽ ὑστεραίᾳ τῶν πολεμίων ἑξακισχίλιοι ἀπ᾽ ἄκρων κατιόντες τῶν ὀρῶν εἰς μάχην ἐφόβουν τοὺς Ῥωμαίους. οἱ δὲ γυμνῆτες προσιόντες τοῖς παλτοῖς ἔβαλλον καὶ λίθοις τοὺς περὶ τὸν βασιλέα ἐξεληλυθότας αὐτόν τε παλτῷ τις παρὰ τὴν λαπάραν ἔβαλεν. [457] Ἀντίγονος δ᾽ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει πολλῇ βουλόμενος παρασχεῖν τοῖς πολεμίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. ἀλλ᾽ μὲν Μαχαιρᾷ τῷ στρατηγῷ προσεκάθητο: Ἡρώδης δὲ πέντε πόλεις καταλαβὼν τοὺς ἐγκαταληφθέντας περὶ δισχιλίους ὄντας ἐφόνευσεν αὐτάς τε τὰς πόλεις ἐμπρήσας ἐπανῆλθεν ἐπὶ τὸν Πάππον: [458] ἐστρατοπεδεύσατο δ᾽ οὗτος περὶ κώμην Ἰσάνας καλουμένην καὶ πολλῶν αὐτῷ προσρεόντων ἐκ τῆς Ἱεριχοῦς καὶ τῆς ἄλλης Ἰουδαίας, ἐπεὶ πλησίον γίνεται, τῶν πολεμίων ἐπεξελθόντων αὐτοῖς ὑπὸ θράσους συμβαλὼν κρατεῖ τῇ μάχῃ, καὶ τιμωρῶν τἀδελφῷ φεύγουσιν εἰς τὴν κώμην εἵπετο κτείνων. [459] πεπληρωμένων δὲ τῶν οἰκήσεων ὁπλιτῶν καί τινων ἀναφευγόντων ἐπὶ τὰς στέγας κρατεῖ τούτων, καὶ τοὺς ὀρόφους τῶν οἴκων ἀνασκάπτων ἔμπλεα τὰ κάτω τῶν στρατιωτῶν ἑώρα ἀθρόων ἀπειλημμένων. [460] τούτους μὲν οὖν πέτραις ἄνωθεν βάλλοντες σωρηδὸν ἐπ᾽ ἀλλήλοις ἀνῄρουν: καὶ θέαμα τοῦτο δεινότατον ἦν κατὰ τόνδε τὸν πόλεμον νεκρῶν τὸ πλῆθος ἀπείρων ἐντὸς τῶν τειχῶν ἐπ᾽ ἀλλήλοις κειμένων. [461] τοῦτο τὸ ἔργον μάλιστα τὰ φρονήματα τῶν πολεμίων ἔκλασεν καραδοκούντων τὸ μέλλον: ἑωρῶντο γὰρ παμπληθεῖς πόρρωθεν συγγενόμενοι περὶ τὴν κώμην: οἳ τότε ἔφευγον, καὶ εἰ μὴ χειμὼν ἐπέσχεν βαθύς, ἧκεν ἂν καὶ ἐπὶ Ἱεροσόλυμα βασιλέως στρατιὰ θαρροῦσα τῷ νενικηκέναι, καὶ τὸ πᾶν ἦν ἂν εἰργασμένη: καὶ γὰρ Ἀντίγονος ἤδη τὴν παντελῆ φυγὴν ἐσκόπει καὶ ἀπανάστασιν ἐκ τῆς πόλεως. [462]

Τότε μὲν οὖν βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν. ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν: [463] γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου ἐν τῷ ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ φόβον μεταξὺ λουομένου πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες τὸν βασιλέα ὑπ᾽ ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν διεκπεσεῖν. [464] τῇ δ᾽ ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ, ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθ᾽ ὧν ἀδελφὸς αὐτοῦ πάθοι: οὗτος γὰρ ἦν αὐτόχειρ ἐκείνου γεγενημένος. [465]

Λήξαντος δὲ τοῦ χειμῶνος ἄρας ἐκεῖθεν ἐγγὺς τῶν Ἱεροσολύμων ἔρχεται καὶ πλησίον στρατοπεδεύεται τῆς πόλεως: τρίτον δὲ ἔτος τοῦτο ἦν αὐτῷ ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀποδέδεικτο. [466] ἀναστρατοπεδευσάμενος δὲ καὶ πλησίον ἐλθὼν τοῦ τείχους κατὰ τὸ ἐπιμαχώτατον πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται προσβαλεῖν διεγνωκώς, ὡς καὶ πρότερόν ποτε Πομπήιος. τρισὶν δὲ διαλαβὼν χώμασιν τὸν τόπον πύργους ἀνίστα πολλῇ τε χειρὶ πρὸς τὸ ἔργον χρώμενος καὶ τέμνων τὴν πέριξ ὕλην. [467] παρακαταστήσας δὲ τοῖς ἔργοις τοὺς ἐπιτηδείους, ἱδρυμένης ἔτι τῆς στρατιᾶς αὐτὸς εἰς Σαμάρειαν ἐπὶ τὸν γάμον ᾤχετο ἀξόμενος τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα: ταύτην γὰρ ἦν ἐγγεγυημένος, ὥς μοι καὶ πρότερον εἴρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: