previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19]

Τούτων αὐτῷ τῶν ὑποσχέσεων γενομένων Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον μετὰ πέντε μυριάδων ἱππέων ἅμα καὶ πεζῆς στρατιᾶς, καὶ νικᾷ τῇ μάχῃ. πολλῶν δὲ μετὰ τὴν νίκην πρὸς Ὑρκανὸν αὐτομολησάντων μονωθεὶς Ἀριστόβουλος ἔφυγεν εἰς Ἱεροσόλυμα. [20] δὲ τῶν Ἀράβων βασιλεὺς πᾶσαν τὴν στρατιὰν ἀγαγὼν καὶ προσβαλὼν τῷ ἱερῷ τὸν Ἀριστόβουλον ἐπολιόρκει προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ καὶ συμπολιορκοῦντος αὐτῷ, μόνων δὲ τῶν ἱερέων τῷ Ἀριστοβούλῳ προσμενόντων. [21] μὲν οὖν Ἀρέτας ἑξῆς βαλόμενος στρατόπεδα τῶν Ἀράβων καὶ τῶν Ἰουδαίων ἰσχυρῶς ἐνέκειτο τῇ πολιορκίᾳ. τούτων δὲ γινομένων κατὰ τὸν καιρὸν τῆς τῶν ἀζύμων ἑορτῆς, ἣν πάσχα λέγομεν, οἱ δοκιμώτατοι τῶν Ἰουδαίων ἐκλιπόντες τὴν χώραν εἰς Αἴγυπτον ἔφυγον. [22] Ὀνίαν δέ τινα ὄνομα δίκαιον ὄντα καὶ θεοφιλῆ, ὃς ἀνομβρίας ποτὲ οὔσης ηὔξατο τῷ θεῷ λῦσαι τὸν αὐχμὸν καὶ γενόμενος ἐπήκοος θεὸς ὗσεν, κρύψαντα ἑαυτὸν διὰ τὸ τὴν στάσιν ὁρᾶν ἰσχυρὰν ἐπιμένουσαν, ἀναχθέντα εἰς τὸ στρατόπεδον τῶν Ἰουδαίων ἠξίουν, ὡς ἔπαυσε τὴν ἀνομβρίαν εὐξάμενος, ἵν᾽ οὕτως ἀρὰς θῇ κατὰ Ἀριστοβούλου καὶ τῶν συστασιαστῶν αὐτοῦ. [23] ἐπεὶ δὲ ἀντιλέγων καὶ παραιτούμενος ἐβιάσθη ὑπὸ τοῦ πλήθους, στὰς μέσος αὐτῶν εἶπεν: [24] θεὲ βασιλεῦ τῶν ὅλων, ἐπεὶ οἱ μετ᾽ ἐμοῦ συνεστῶτες σὸς δῆμός ἐστιν καὶ οἱ πολιορκούμενοι δὲ ἱερεῖς σοί, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ὑπακοῦσαι μήτε κατ᾽ ἐκείνων οὗτοι παρακαλοῦσιν εἰς τέλος ἀγαγεῖν.’ καὶ τὸν μὲν ταῦτ᾽ εὐξάμενον περιστάντες οἱ πονηροὶ τῶν Ἰουδαίων κατέλευσαν. [25]

δὲ θεὸς ταύτης αὐτοὺς παραχρῆμα ἐτιμωρήσατο τῆς ὠμότητος καὶ δίκην εἰσεπράξατο τοῦ Ὀνίου φόνου τούτῳ τῷ τρόπῳ: πολιορκουμένων τῶν ἱερέων καὶ τοῦ Ἀριστοβούλου συνέβη τὴν ἑορτὴν ἐπιστῆναι τὴν καλουμένην φάσκα, καθ᾽ ἣν ἔθος ἐστὶν ἡμῖν πολλὰ θύειν τῷ θεῷ. [26] ἀποροῦντες δὲ θυμάτων οἱ περὶ τὸν Ἀριστόβουλον ἠξίωσαν αὐτοῖς τοὺς ὁμοφύλους παρασχεῖν χρήματα λαβόντας ἀντὶ τῶν θυμάτων ὅσα θέλουσιν. τῶν δέ, εἰ βούλονται λαβεῖν, χιλίας δραχμὰς ὑπὲρ ἑκάστης κεφαλῆς καταβαλεῖν κελευόντων, προθύμως τε Ἀριστόβουλος καὶ οἱ ἱερεῖς ὑπέστησαν καὶ διὰ τῶν τειχῶν καθιμήσαντες ἔδωκαν αὐτοῖς τὰ χρήματα. [27] κἀκεῖνοι λαβόντες οὐκ ἀπέδωκαν τὰ θύματα, ἀλλ᾽ εἰς τοῦτο πονηρίας ἦλθον, ὥστε παραβῆναι τὰς πίστεις καὶ ἀσεβῆσαι τὸν θεὸν τὰ πρὸς τὰς θυσίας μὴ παρασχόντες τοῖς δεομένοις. [28] παρασπονδηθέντες δὲ οἱ ἱερεῖς ηὔξαντο τὸν θεὸν δίκην αὐτῶν εἰσπράξασθαι παρὰ τῶν ὁμοφύλων, δὲ οὐκ ἀνεβάλετο τὴν τιμωρίαν, ἀλλὰ πνεῦμα πολὺ καὶ βίαιον ἐπιπέμψας τὸν καρπὸν ἁπάσης τῆς χώρας διέφθειρεν, ὡς τὸν μόδιον τοῦ σίτου τότε αὐτοὺς ἐξωνεῖσθαι δραχμῶν ἕνδεκα. [29]

Ἐν τούτῳ πέμπει Σκαῦρον εἰς Συρίαν Πομπήιος αὐτὸς ὢν ἐν Ἀρμενίᾳ καὶ πολεμῶν ἔτι Τιγράνῃ. δὲ ἀφικόμενος εἰς Δαμασκὸν Λόλλιον καὶ Μέτελλον νεωστὶ τὴν πόλιν ᾑρηκότας εὑρὼν αὐτὸς εἰς τὴν Ἰουδαίαν ἠπείγετο. [30] παραγενομένου δὲ πρέσβεις ἧκον πρὸς αὐτὸν παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ συμμαχεῖν ἀξιούντων ἑκατέροις. ὑπισχνουμένου δὲ Ἀριστοβούλου τετρακόσια δώσειν τάλαντα, τοῦ δὲ Ὑρκανοῦ τούτων οὐκ ἐλάττονα παρέξειν, προσδέχεται τὴν Ἀριστοβούλου ὑπόσχεσιν: [31] καὶ γὰρ εὔπορος χρημάτων καὶ μεγαλόψυχος ἦν καὶ μετριωτέρων ἠξίου τυγχάνειν, δὲ πένης ἦν καὶ γλίσχρος καὶ περὶ μειζόνων τὴν ἄπιστον προύτεινεν ἐπαγγελίαν. οὐ γὰρ ἴσον ἦν βίᾳ πόλιν ἑλεῖν ἐν ταῖς μάλιστα ὀχυρὰν καὶ δυνατήν, φυγάδας ἐκβαλεῖν μετὰ τοῦ Ναβαταίων πλήθους οὐκ εὖ πρὸς πόλεμον διακειμένων. [32] τούτῳ τοίνυν προσθέμενος διὰ τὰς προειρημένας αἰτίας λαβὼν τὰ χρήματα λύει τὴν πολιορκίαν, κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν πολέμιον αὐτὸν Ῥωμαίων ἀποδειχθήσεσθαι. [33] καὶ Σκαῦρος μὲν εἰς Δαμασκὸν πάλιν ἀνεχώρησεν, Ἀριστόβουλος δὲ μετὰ πολλῆς δυνάμεως ἐπί τε Ἀρέταν καὶ Ὑρκανὸν ἐστράτευσεν καὶ συμβαλὼν αὐτοῖς περὶ τὸν καλούμενον Παπυρῶνα νικᾷ τῇ μάχῃ καὶ κτείνει περὶ ἑξακισχιλίους τῶν πολεμίων, μεθ᾽ ὧν ἔπεσεν καὶ Φαλλίων Ἀντιπάτρου ἀδελφός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: