previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[54]

Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει. [55] καὶ μετανοήσας Ἀριστόβουλος ἀφικνεῖται πρὸς Πομπήιον, καὶ χρήματά τε διδοὺς καὶ τοῖς Ἱεροσολύμοις αὐτὸν εἰσδεχόμενος παρεκάλει παύσασθαι τοῦ πολέμου καὶ πράττειν μετ᾽ εἰρήνης τι βούλεται. συγγνοὺς δὲ Πομπήιος αὐτῷ δεομένῳ πέμπει Γαβίνιον καὶ στρατιώτας ἐπί τε τὰ χρήματα καὶ τὴν πόλιν. [56] οὐ μὴν ἐπράχθη τι τούτων, ἀλλ᾽ ἐπανῆλθεν Γαβίνιος τῆς τε πόλεως ἀποκλεισθεὶς καὶ τὰ χρήματα μὴ λαβών, τῶν Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐπιτρεψάντων τὰ συγκείμενα γενέσθαι. [57] ὀργὴ δ᾽ ἐπὶ τούτοις Πομπήιον λαμβάνει, καὶ τὸν Ἀριστόβουλον ἐν φυλακῇ καταστήσας αὐτὸς ἐπὶ τὴν πόλιν ἔρχεται τὰ μὲν ἄλλα πάντα οὖσαν ὀχυράν, μόνῳ δὲ τῷ βορείῳ μέρει φαύλως ἔχουσαν: περιέρχεται γὰρ αὐτὴν φάραγξ εὐρεῖά τε καὶ βαθεῖα ἐντὸς ἀπολαμβάνουσα τὸ ἱερὸν λιθίνῳ περιβόλῳ καρτερῶς πάνυ τετειχισμένον. [58]

Ἦν δὲ τῶν ἀνθρώπων ἔνδον στάσις οὐχ ὁμονοούντων περὶ τῶν ἐνεστώτων, ἀλλὰ τοῖς μὲν ἐδόκει παραδιδόναι Πομπηίῳ τὴν πόλιν, οἱ δὲ τὰ Ἀριστοβούλου φρονοῦντες ἀποκλείειν τε καὶ πολεμεῖν παρῄνουν τῷ κἀκεῖνον ἔχεσθαι δεδεμένον. φθάσαντες δὲ οὗτοι τὸ ἱερὸν καταλαμβάνουσι καὶ τὴν τείνουσαν ἀπ᾽ αὐτοῦ γέφυραν εἰς τὴν πόλιν εἰς πολιορκίαν εὐτρεπιζόμενοι. [59] οἱ δὲ ἕτεροι δεξάμενοι τὴν στρατιὰν ἐνεχείρισαν Πομπηίῳ τήν τε πόλιν καὶ τὰ βασίλεια. Πομπήιος δὲ Πείσωνα τὸν ὑποστράτηγον πέμψας σὺν στρατιᾷ τήν τε πόλιν καὶ τὰ βασίλεια ἐφρούρει καὶ τὰς οἰκίας τὰς πρὸς τῷ ἱερῷ καὶ ὅσα ἦν ἔξω περὶ τὸ ἱερὸν ὠχύρου. [60] καὶ τὸ μὲν πρῶτον λόγους συμβατηρίους τοῖς ἐντὸς προσέφερεν, οὐχ ὑπακουόντων δὲ εἰς προεκαλεῖτο τὰ πέριξ ἐτείχιζε χωρία πρὸς ἅπαντα Ὑρκανοῦ προθύμως ὑπηρετοῦντος. Πομπήιος δὲ ἕωθεν στρατοπεδεύεται κατὰ τὸ βόρειον τοῦ ἱεροῦ μέρος, ὅθεν ἦν ἐπίμαχον. [61] ἀνεστήκεσαν δὲ καὶ ἐνταῦθα μεγάλοι πύργοι καὶ τάφρος τε ὀρώρυκτο καὶ βαθείᾳ περιείχετο φάραγγι: ἀπερρώγει γὰρ καὶ τὰ πρὸς τὴν πόλιν τῆς γεφύρας ἀνατετραμμένης ἐφ᾽ οὗ δὴ Πομπήιος καὶ τὸ χῶμα ὁσημέραι ταλαιπωρούμενος ἐγήγερτο τεμνόντων τὴν πέριξ ὕλην Ῥωμαίων. [62] καὶ ἐπειδὴ τοῦτ᾽ εἶχεν ἱκανῶς μόλις πλησθείσης τῆς τάφρου διὰ βάθος ἄπειρον προσβαλὼν μηχανὰς καὶ ὄργανα ἐκ Τύρου κομισθέντα ἐπιστήσας κατήρασσε τὸ ἱερὸν τοῖς πετροβόλοις. [63] εἰ δὲ μὴ πάτριον ἦν ἡμῖν ἀργεῖν τὰς ἑβδομάδας ἡμέρας, οὐκ ἂν ἠνύσθη τὸ χῶμα κωλυόντων ἐκείνων: ἄρχοντας μὲν γὰρ μάχης καὶ τύπτοντας ἀμύνασθαι δίδωσιν νόμος, ἄλλο δέ τι δρῶντας τοὺς πολεμίους οὐκ ἐᾷ. [64]

δὴ καὶ Ῥωμαῖοι συνιδόντες κατ᾽ ἐκείνας τὰς ἡμέρας, δὴ σάββατα καλοῦμεν, οὔτ᾽ ἔβαλλον τοὺς Ἰουδαίους οὔτε εἰς χεῖρας αὐτοῖς ὑπήντων, χοῦν δὲ καὶ πύργους ἀνίστασαν καὶ τὰ μηχανήματα προσῆγον, ὥστ᾽ αὐτοῖς εἰς τὴν ἐπιοῦσαν ἐνεργὰ ταῦτ᾽ εἶναι. [65] μάθοι δ᾽ ἄν τις ἐντεῦθεν τὴν ὑπερβολὴν ἧς ἔχομεν περὶ τὸν θεὸν εὐσεβείας καὶ τὴν φυλακὴν τῶν νόμων, μηδὲν ὑπὸ τῆς πολιορκίας διὰ φόβον ἐμποδιζομένων πρὸς τὰς ἱερουργίας, ἀλλὰ δὶς τῆς ἡμέρας πρωΐ τε καὶ περὶ ἐνάτην ὥραν ἱερουργούντων ἐπὶ τοῦ βωμοῦ, καὶ μηδὲ εἴ τι περὶ τὰς προσβολὰς δύσκολον εἴη τὰς θυσίας παυόντων. [66] καὶ γὰρ ἁλούσης τῆς πόλεως περὶ τρίτον μῆνα τῇ τῆς νηστείας ἡμέρᾳ κατὰ ἐνάτην καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα ὑπατευόντων Γαΐου Ἀντωνίου καὶ Μάρκου Τυλλίου Κικέρωνος οἱ πολέμιοι μὲν εἰσπεσόντες ἔσφαττον τοὺς ἐν τῷ ἱερῷ, [67] οἱ δὲ πρὸς ταῖς θυσίαις οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν, οὔτε ὑπὸ τοῦ φόβου τοῦ περὶ τῆς ψυχῆς οὔθ᾽ ὑπὸ τοῦ πλήθους τῶν ἤδη φονευομένων ἀναγκασθέντες ἀποδρᾶναι πᾶν θ᾽ τι δέοι παθεῖν τοῦτο παρ᾽ αὐτοῖς ὑπομεῖναι τοῖς βωμοῖς κρεῖττον εἶναι νομίζοντες παρελθεῖν τι τῶν νομίμων. [68] ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας ἐμφανίζων, ἀλλ᾽ ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήιον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς αὐτοῖς Τίτος Λίβιος τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεύς. [69]

Ἐπεὶ δὲ τοῦ μηχανήματος προσαχθέντος σεισθεὶς μέγιστος τῶν πύργων κατηνέχθη καὶ παρέρρηξέν τι χωρίον, εἰσεχέοντο μὲν οἱ πολέμιοι, πρῶτος δὲ αὐτῶν Κορνήλιος Φαῦστος Σύλλα παῖς σὺν τοῖς ἑαυτοῦ στρατιώταις ἐπέβη τοῦ τείχους, μετὰ δὲ αὐτὸν Φούριος ἑκατοντάρχης ἅμα τοῖς ἑπομένοις κατὰ θάτερον μέρος, διὰ μέσων δὲ Φάβιος καὶ αὐτὸς ἑκατοντάρχης σὺν στίφει καρτερῷ. [70] φόνου δὲ ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δ᾽ ὑπὸ ἀλλήλων ἀνῃροῦντο, εἰσὶν δ᾽ οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες. [71] ἔπεσον δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον: [72] παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις μόνοις τοῖς ἀρχιερεῦσιν. ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας ταλάντων, οὐδενὸς ἥψατο δι᾽ εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ αὐτὸν ἀρετῆς. [73] τῇ τε ὑστεραίᾳ καθαίρειν παραγγείλας τὸ ἱερὸν τοῖς ναοπόλοις καὶ τὰ νόμιμα ἐπιφέρειν τῷ θεῷ τὴν ἀρχιερωσύνην ἀπέδωκεν Ὑρκανῷ διά τε τἆλλα ὅσα χρήσιμος ὑπῆρξεν αὐτῷ, καὶ ὅτι τοὺς κατὰ τὴν χώραν Ἰουδαίους Ἀριστοβούλῳ συμπολεμεῖν ἐκώλυσεν, καὶ τοὺς αἰτίους τοῦ πολέμου τῷ πελέκει διεχρήσατο. τὸν δὲ Φαῦστον καὶ τοὺς ἄλλους ὅσοι τῷ τείχει προθύμως ἐπέβησαν τῶν πρεπόντων ἀριστείων ἠξίωσεν. [74] καὶ τὰ μὲν Ἱεροσόλυμα ὑποτελῆ φόρου Ῥωμαίοις ἐποίησεν, ἃς δὲ πρότερον οἱ ἔνοικοι πόλεις ἐχειρώσαντο τῆς κοίλης Συρίας ἀφελόμενος ὑπὸ τῷ σφετέρῳ στρατηγῷ ἔταξεν καὶ τὸ σύμπαν ἔθνος ἐπὶ μέγα πρότερον αἰρόμενον ἐντὸς τῶν ἰδίων ὅρων συνέστειλεν. [75] καὶ Γάδαρα μὲν μικρὸν ἔμπροσθεν καταστραφεῖσαν ἀνέκτισεν Δημητρίῳ χαριζόμενος τῷ Γαδαρεῖ ἀπελευθέρῳ αὐτοῦ: τὰς δὲ λοιπὰς Ἵππον καὶ Σκυθόπολιν καὶ Πέλλαν καὶ Δῖον καὶ Σαμάρειαν ἔτι τε Μάρισαν καὶ Ἄζωτον καὶ Ἰάμνειαν καὶ Ἀρέθουσαν τοῖς οἰκήτορσιν ἀπέδωκεν. [76] καὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ. [77]

Τούτου τοῦ πάθους τοῖς Ἱεροσολύμοις αἴτιοι κατέστησαν Ὑρκανὸς καὶ Ἀριστόβουλος πρὸς ἀλλήλους στασιάσαντες: τήν τε γὰρ ἐλευθερίαν ἀπεβάλομεν καὶ ὑπήκοοι Ῥωμαίοις κατέστημεν καὶ τὴν χώραν, ἣν τοῖς ὅπλοις ἐκτησάμεθα τοὺς Σύρους ἀφελόμενοι, ταύτην ἠναγκάσθημεν ἀποδοῦναι τοῖς Σύροις, [78] καὶ προσέτι πλείω μύρια τάλαντα Ῥωμαῖοι ἐν βραχεῖ χρόνῳ παρ᾽ ἡμῶν εἰσεπράξαντο, καὶ βασιλεία πρότερον τοῖς κατὰ γένος ἀρχιερεῦσιν διδομένη, τιμὴ δημοτικῶν ἀνδρῶν ἐγένετο. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. [79] Πομπήιος δὲ τήν τε κοίλην ἄλλην Συρίαν ἕως Εὐφράτου ποταμοῦ καὶ Αἰγύπτου Σκαύρῳ παραδοὺς καὶ δύο τάγματα Ῥωμαίων ἐπὶ Κιλικίας ᾤχετο ἐπειγόμενος εἰς Ῥώμην. ἐπήγετο δὲ μετὰ τῆς γενεᾶς καὶ Ἀριστόβουλον δεδεμένον: δύο γὰρ ἦσαν αὐτῷ θυγατέρες καὶ τοσοῦτοι υἱεῖς, ὧν Ἀλέξανδρος μὲν ἀπέδρα, δὲ νεώτερος Ἀντίγονος συναπεκομίζετο εἰς Ῥώμην ἅμα ταῖς ἀδελφαῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: