previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[370]

Ἡρώδην δὲ τὸ μέγεθος τῶν περιεστηκότων αὐτὸν κακῶν οὐ κατέπληττεν, ἀλλ᾽ ἐποίει δεινὸν εὑρίσκειν ἐπιβολὰς ἔργων παραβόλων. πρὸς γὰρ Μάλιχον τὸν Ἀράβων βασιλέα πολλὰ πρόσθεν εὐεργετημένον ἀπῄει τὴν ἀμοιβὴν κομιούμενος, ὅτε μάλιστα ἐδεῖτο, χρήματα ληψόμενος εἴτε δάνειον εἴτε δωρεὰν ὡς ἂν πολλῶν παρ᾽ αὐτοῦ τετυχηκότος. [371] οὐ γὰρ εἰδὼς τὰ κατὰ τὸν ἀδελφὸν ἔσπευδεν λυτρώσασθαι παρὰ τῶν πολεμίων αὐτὸν λύτρον ὑπὲρ αὐτοῦ καταβαλὼν νόμισμα ἕως τριακοσίων ταλάντων. ἐπήγετο δὲ καὶ τὸν Φασαήλου παῖδα διὰ ταύτην τὴν αἰτίαν ἑπταετῆ τυγχάνοντα, παρασχὼν αὐτὸν ἐνέχυρον τοῖς Ἄραψιν. [372] ἀγγέλων δ᾽ αὐτὸν ὑπαντησάντων παρὰ τοῦ Μαλίχου, δι᾽ ὧν ἐκέλευσεν αὐτὸν ἀναχωρεῖν: παρηγγελκέναι γὰρ αὐτῷ Πάρθους Ἡρώδην μὴ δέχεσθαι: ταύτῃ δ᾽ ἐχρῆτο προφάσει ὑπὲρ τοῦ μὴ ἀποδοῦναι τὰ χρέα καὶ τῶν ἐν τέλει παρὰ τοῖς Ἄραψιν εἰς τοῦτο ἐναγόντων, ὅπως ἀποστερήσωσιν τὰς παρακαταθήκας, ἃς παρὰ Ἀντιπάτρου λαβόντες ἔτυχον, [373] ἀπεκρίνατο αὐτοῖς οὐδὲν ἐνοχλήσων ἀφικνεῖσθαι πρὸς αὐτούς, μόνον δὲ διαλεξόμενος περὶ τῶν ἀναγκαιοτάτων αὐτῷ πραγμάτων. [374]

Ἔπειτα δόξαν ἀναχωρεῖν ἀπῄει μάλα σωφρόνως τὴν ἐπ᾽ Αἰγύπτου. καὶ τότε μὲν ἔν τινι ἱερῷ κατάγεται, καταλελοίπει γὰρ αὐτόθι πολλοὺς τῶν ἑπομένων, τῇ δ᾽ ὑστεραίᾳ παραγενόμενος εἰς Ῥινοκούρουρα ἐκεῖ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἤκουσεν. [375] Μαλίχῳ δὲ μεταγνόντι καὶ μεταθέοντι τὸν Ἡρώδην οὐδὲν τούτου περισσότερον ἐγένετο: πορρωτάτω γὰρ ἦν ἤδη σπεύδων τὴν ἐπὶ Πηλουσίου. ἐπεὶ δ᾽ αὐτὸν ἐλθόντα νῆες ὁρμοῦσαι αὐτόθι εἶργον τοῦ ἐπ᾽ Ἀλεξανδρείας πλοῦ, τοῖς ἡγεμόσιν ἐντυγχάνει, ὑφ᾽ ὧν κατ᾽ αἰδῶ καὶ πολλὴν ἐντροπὴν προπεμφθεὶς εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας κατείχετο. [376] πεῖσαι μέντοι μένειν αὐτὸν οὐκ ἠδυνήθη εἰς Ῥώμην ἐπειγόμενον χειμῶνός τε ὄντος καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἐν ταραχῇ καὶ σάλῳ πολλῷ δηλουμένων. [377]

Ἀναχθεὶς οὖν ἐκεῖθεν ἐπὶ Παμφυλίας καὶ χειμῶνι σφοδρῷ περιπεσὼν μόλις εἰς Ῥόδον διασώζεται φορτίων ἀποβολῆς γενομένης. καὶ δύο μὲν ἐνταυθοῖ τῶν φίλων αὐτῷ συνήντησαν, Σαππῖνός τε καὶ Πτολεμαῖος. [378] εὑρὼν δὲ τὴν πόλιν ὑπὸ τοῦ πρὸς Κάσσιον πολέμου κεκακωμένην οὐδ᾽ ἐν ἀπόροις ὢν εὖ ποιεῖν αὐτὴν ὤκνησεν, ἀλλὰ καὶ παρὰ δύναμιν αὐτὴν ἀνεκτᾶτο. τριήρη τε κατασκευάσας, καὶ ἀναχθεὶς ἐκεῖθεν σὺν τοῖς φίλοις ἐπ᾽ Ἰταλίας εἰς Βρεντέσιον κατάγεται. [379] κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος πρῶτον μὲν Ἀντωνίῳ φράζει τὰ συμβάντα αὐτῷ κατὰ τὴν Ἰουδαίαν, καὶ πῶς ἀδελφὸς αὐτοῦ Φασάηλος ὑπὸ Πάρθων ἀπόλοιτο συλληφθεὶς καὶ Ὑρκανὸς ὑπ᾽ αὐτῶν αἰχμάλωτος ἔχοιτο, καὶ ὡς Ἀντίγονον καταστήσειαν βασιλέα χρήματα δώσειν ὑποσχόμενον χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας, αἳ τῶν πρώτων κἀκ τοῦ γένους τοῦ αὐτῶν ἔμελλον ἔσεσθαι, καὶ ὅτι ταύτας νυκτὸς ἐκκομίσειεν καὶ διαφύγοι τὰς τῶν ἐχθρῶν χεῖρας πολλὰς ὑπομείνας ταλαιπωρίας. [380] εἶτ᾽ ἐπιδιακινδυνεύειναὐτῷ τοὺς οἰκείους πολιορκουμένους πλεύσειέ τε διὰ χειμῶνος καὶ παντὸς καταφρονήσειε δεινοῦ σπεύδων ἐπὶ τὰς ἐλπίδας τὰς παρ᾽ αὐτοῦ καὶ τὴν μόνην βοήθειαν. [381]

Ἀντώνιον δ᾽ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς, καὶ τῷ κοινῷ χρησάμενος λογισμῷ περὶ τῶν ἐν ἀξιώματι τοσούτῳ καθεστώτων ὡς κἀκείνων ὑποκειμένων τῇ τύχῃ, τὰ μὲν κατὰ μνήμην τῆς Ἀντιπάτρου ξενίας, [382] τὰ δὲ καὶ ὑπὸ χρημάτων ὧν αὐτῷ δώσειν Ἡρώδης, εἰ γένοιτο βασιλεύς, ὑπέσχετο καθὼς καὶ πρότερον τετράρχης ἀπεδέδεικτο, πολὺ μέντοι μᾶλλον διὰ τὸ πρὸς Ἀντίγονον μῖσος, στασιαστὴν γὰρ καὶ Ῥωμαίοις ἐχθρὸν αὐτὸν ὑπελάμβανεν, πρόθυμος ἦν οἷς Ἡρώδης παρεκάλει συλλαμβάνεσθαι. [383] Καῖσαρ μὲν οὖν καὶ διὰ τὰς Ἀντιπάτρου στρατείας, ἃς κατ᾽ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, καὶ τὴν ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, καὶ χαριζόμενος δὲ Ἀντωνίῳ σφόδρα περὶ τὸν Ἡρώδην ἐσπουδακότι, πρὸς τὴν ἀξίωσιν καὶ τὴν ὧν ἐβούλετο Ἡρώδης συνεργίαν ἑτοιμότερος ἦν. [384] συναγαγόντες δὲ τὴν βουλὴν Μεσσάλας καὶ μετ᾽ αὐτὸν Ἀτρατῖνος, παραστησάμενοι τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς εὐεργεσίας αὐτοῦ διεξῄεσαν καὶ ἣν αὐτὸς πρὸς Ῥωμαίους εἶχεν εὔνοιαν ὑπεμίμνησκον, κατηγοροῦντες ἅμα καὶ πολέμιον ἀποφαίνοντες τὸν Ἀντίγονον οὐκ ἐξ ὧν τὸ πρῶτον προσέκρουσεν αὐτοῖς μόνον, ἀλλ᾽ ὅτι καὶ παρὰ Πάρθων τὴν ἀρχὴν λάβοι Ῥωμαίους ὑπεριδών. [385] τῆς δὲ βουλῆς ἐπὶ τούτοις παρωξυμμένης παρελθὼν Ἀντώνιος ἐδίδασκεν αὐτούς, ὡς καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν τοῦτο πᾶσι ψηφίζονται. [386]

Καὶ τοῦτο τὸ μέγιστον ἦν τῆς Ἀντωνίου περὶ τὸν Ἡρώδην σπουδῆς, ὅτι μὴ μόνον αὐτῷ τὴν βασιλείαν οὐκ ἐλπίζοντι περιεποιήσατο, οὐ γὰρ πρὸς αὐτὸν ἀνέβη ταύτην αἰτησόμενος, οὐ γὰρ ἐνόμιζεν αὐτῷ τοὺς Ῥωμαίους παρέξειν τοῖς ἐκ τοῦ γένους ἔθος ἔχοντας αὐτὴν διδόναι, [387] ἀλλὰ διὰ τὸ τῷ τῆς γυναικὸς ἀδελφῷ λαβεῖν ἀξιώσων Ἀλεξάνδρῳ υἱωνῷ τυγχάνοντι πρὸς μὲν πατρὸς Ἀριστοβούλου πρὸς δὲ μητρὸς Ὑρκανοῦ, ἀλλ᾽ ὅτι καὶ ἑπτὰ ταῖς πάσαις ἡμέραις παρέσχεν αὐτῷ τυχόντι τῶν οὐδὲ προσδοκηθέντων ἀπελθεῖν ἐκ τῆς Ἰταλίας. [388] τοῦτον μὲν οὖν τὸν νεανίσκον Ἡρώδης ἀπέκτεινεν, ὡς κατὰ καιρὸν δηλώσομεν: λυθείσης δὲ τῆς βουλῆς μέσον ἔχοντες Ἡρώδην Ἀντώνιος καὶ Καῖσαρ ἐξῄεσαν προαγόντων ἅμα ταῖς ἄλλαις ἀρχαῖς τῶν ὑπάτων θύσοντές τε καὶ τὸ δόγμα καταθησόμενοι εἰς τὸ Καπετώλιον. [389] ἑστιᾷ δὲ τὴν πρώτην ἡμέραν τῆς βασιλείας Ἀντώνιος. καὶ μὲν οὕτως τὴν βασιλείαν παραλαμβάνει τυχὼν αὐτῆς ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ὑπατεύοντος Γναίου Δομετίου Καλβίνου τὸ δεύτερον καὶ Γαΐου Ἀσινίου Πωλίωνος. [390]

Τοῦτον δὲ ἅπαντα τὸν χρόνον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδα, τῶν μὲν ἄλλων ἐπιτηδείων αὐτοῖς ὑπαρχόντων, μόνου δὲ σπανίζοντος ὕδατος, ὡς διὰ τοῦτο καὶ τὸν ἀδελφὸν τὸν Ἡρώδου Ἰώσηπον σὺν διακοσίοις τῶν οἰκείων ἀποδρᾶναι βουλεύσασθαι πρὸς Ἄραβας: ἀκηκόει γὰρ ὡς Μάλχος τῶν εἰς Ἡρώδην ἁμαρτημάτων μετανοεῖ. [391] κατέσχε δ᾽ αὐτὸν ὕσας διὰ τῆς νυκτὸς θεός: τῶν γὰρ ἐκδοχείων πλησθέντων τοῦ ὕδατος οὐκέτι τῆς φυγῆς ἐδεῖτο, ἀλλὰ τεθαρσηκότες ἤδη καὶ πλέον κατὰ τὴν εὐπορίαν τοῦ σπανίζοντος, ὡς ἐκ θεοῦ προνοίας ταύτης αὐτοῖς γεγενημένης, ἐπεξιόντες καὶ συμπλεκόμενοι τοῖς περὶ τὸν Ἀντίγονον τοῖς μὲν φανερῶς, τοῖς δὲ καὶ λάθρα, πολλοὺς αὐτῶν διέφθειραν. [392] κἀν τούτῳ Βεντίδιος Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας ὥστε Πάρθους ἀνείργειν, μετ᾽ ἐκείνους εἰς τὴν Ἰουδαίαν παρέβαλεν τῷ λόγῳ μὲν Ἰωσήπῳ συμμαχήσων, τὸ δ᾽ ὅλον ἦν αὐτῷ στρατήγημα χρήματα παρ᾽ Ἀντιγόνου λαβεῖν: ἔγγιστα γοῦν Ἱεροσολύμων στρατοπεδευόμενος ἀποχρώντως ἠργυρίσατο τὸν Ἀντίγονον. [393] καὶ αὐτὸς μὲν ἀνεχώρησεν σὺν τῇ πλείονι δυνάμει, ἵνα δὲ μὴ κατάφωρον γένηται τὸ λῆμμα, Σίλωνα μετὰ μέρους τινὸς τῶν στρατιωτῶν κατέλιπεν, ὃν καὶ αὐτὸν ἐθεράπευεν Ἀντίγονος, ὅπως μηδὲν ἐνοχλοίη, προσδοκῶν καὶ πάλιν αὐτῷ Πάρθους ἐπαμυνεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: