previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[156]

Καῖσαρ δὲ διοικήσας τὰ κατὰ τὴν Συρίαν ἀπέπλευσεν. ὡς δὲ Καίσαρα προπέμψας ἐκ τῆς Συρίας Ἀντίπατρος εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, ἀνεγείρει μὲν εὐθὺς τὸ τεῖχος ὑπὸ Πομπηίου καθῃρημένον καὶ τὸν κατὰ τὴν χώραν θόρυβον ἐπιὼν κατέστελλεν, ἀπειλῶν τε ἅμα καὶ συμβουλεύων ἠρεμεῖν: [157] τοὺς μὲν γὰρ τὰ Ὑρκανοῦ φρονοῦντας ἐν εὑδίᾳ διάξειν καὶ βιώσεσθαι τῶν ἰδίων ἀπολαύοντας κτημάτων ἀταράχως, προστιθεμένους δὲ ταῖς ἐκ τοῦ νεωτερίζειν ἐλπίσιν καὶ τοῖς ἀπ᾽ αὐτῶν κέρδεσιν προσανέχοντας αὐτὸν μὲν ἕξειν ἀντὶ προστάτου δεσπότην, Ὑρκανὸν δὲ ἀντὶ βασιλέως τύραννον, Ῥωμαίους δὲ καὶ Καίσαρα πικροὺς ἀνθ᾽ ἡγεμόνων πολεμίους: οὐ γὰρ ἀνέξεσθαι μετακινούμενον ὃν αὐτοὶ κατέστησαν. ταῦτα λέγων καθίστα τὰ κατὰ τὴν χώραν. [158]

Βραδὺν δ᾽ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανὸν Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολύμων καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσιν, τῷ δὲ μετ᾽ αὐτὸν Ἡρώδῃ τὴν Γαλιλαίαν ἐπέτρεψεν νέῳ παντάπασιν ὄντι: πεντεκαίδεκα γὰρ ἐγεγόνει μόνα ἔτη. [159] βλάπτει δὲ οὐδὲν αὐτὸν νεότης, ἀλλ᾽ ὢν τὸ φρόνημα γενναῖος νεανίας ἀφορμὴν εὑρίσκει παραχρῆμα εἰς ἐπίδειξιν τῆς ἀρετῆς. καταλαβὼν γὰρ Ἐζεκίαν τὸν ἀρχιλῃστὴν τὰ προσεχῆ τῆς Συρίας κατατρέχοντα σὺν μεγάλῳ στίφει, τοῦτον συλλαβὼν κτείνει καὶ πολλοὺς τῶν σὺν αὐτῷ λῃστῶν. [160] σφόδρα δὲ αὐτοῦ τὸ ἔργον τοῦτο ἠγάπησαν οἱ Σύροι: ποθοῦσι γὰρ αὐτοῖς ἀπηλλάχθαι τοῦ λῃστηρίου τὴν χώραν ἐκαθάρευσεν. ὕμνουν γοῦν αὐτὸν ἐπὶ τούτῳ κατά τε κώμας καὶ κατὰ πόλεις ὡς εἰρήνην αὐτοῖς παρεσχηκότα καὶ ἀσφαλῆ τῶν κτημάτων ἀπόλαυσιν. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξστῳ Καίσαρι γνώριμος ὄντι συγγενεῖ τοῦ μεγάλου Καίσαρος καὶ διέποντι τὴν Συρίαν. [161] ζῆλος δ᾽ ἐμπίπτει τῶν Ἡρώδῃ πεπραγμένων Φασαήλῳ τῷ ἀδελφῷ, καὶ πρὸς τὴν εὐδοκίμησιν αὐτοῦ κινηθεὶς ἐφιλοτιμεῖτο μὴ ἀπολειφθῆναι τῆς ὁμοίας εὐφημίας, καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις εὐνουστέρους ἐποιεῖτο, δι᾽ αὐτοῦ μὲν ἔχων τὴν πόλιν, οὔτε δὲ ἀπειροκάλως τοῖς πράγμασι προσφερόμενος οὔτ᾽ ἐξυβρίζων εἰς τὴν ἐξουσίαν. [162] ταῦτ᾽ Ἀντίπατρον ἐποίει θεραπείας παρὰ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς καὶ τιμῶν οἵων ἄν τις μεταλαμβάνοι τῶν ὅλων ὢν δεσπότης. ὑπὸ μέντοι τῆς ἐκ τούτων λαμπρότητος οὐδὲν οἷα φιλεῖ συμβαίνειν πολλάκις τῆς πρὸς Ὑρκανὸν εὐνοίας παρέβη καὶ πίστεως. [163]

Οἱ δ᾽ ἐν τέλει τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἀντίπατρον καὶ τοὺς υἱοὺς αὐτοῦ μεγάλως αὐξανομένους εὐνοίᾳ τε τῇ παρὰ τοῦ ἔθνους καὶ προσόδῳ τῇ τε παρὰ τῆς Ἰουδαίας καὶ τῶν Ὑρκανοῦ χρημάτων, κακοήθως εἶχον πρὸς αὐτόν: [164] καὶ γὰρ φιλίαν Ἀντίπατρος ἦν πεποιημένος πρὸς τοὺς Ῥωμαίων αὐτοκράτορας καὶ χρήματα πείσας πέμψαι τὸν Ὑρκανὸν αὐτὸς λαβὼν νοσφίζεται τὴν δωρεάν: ὡς ἰδίαν γὰρ ἀλλ᾽ οὐχ ὡς Ὑρκανοῦ διδόντος ἔπεμψεν. [165] ταῦθ᾽ Ὑρκανὸς ἀκούων οὐκ ἐφρόντιζεν, ἐν δέει δὲ ἦσαν οἱ πρῶτοι τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἡρώδην βίαιον καὶ τολμηρὸν καὶ τυραννίδος γλιχόμενον: καὶ προσελθόντες Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου, καίμέχρι πότε, ἔφασαν, ἐπὶ τοῖς πραττομένοις ἡσυχάσεις; οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν ἀρχὴν διεζωσμένους, σαυτὸν μέντοι τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα; [166] ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε ῥαθυμῶν περί τε σαυτῷ καὶ τῇ βασιλείᾳ: οὐ γὰρ ἐπίτροποί σοι τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ παῖδες αὐτοῦ νῦν εἰσιν, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς ἀνωμολόγηνται: [167] καὶ γὰρ Ἡρώδης παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν.’ [168]

Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται: προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων: αὗται γὰρ καθ᾽ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν. [169] κινηθεὶς οὖν ὑπὸ τούτων Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον ὑπὲρ ὧν διεβάλλετο. δὲ ἧκεν τοῦ πατρὸς αὐτῷ παραινέσαντος μὴ ὡς ἰδιώτῃ μετὰ δ᾽ ἀσφαλείας εἰσελθεῖν καὶ φυλακῆς τῆς περὶ τὸ σῶμα, τά τε κατὰ τὴν Γαλιλαίαν ὡς ἐνόμισεν αὐτῷ συμφέρειν ἀσφαλίσασθαι. τοῦτον τὸν τρόπον ἁρμοσάμενος καὶ μετὰ στίφους ἀποχρῶντος αὐτῷ πρὸς τὴν ὁδόν, ὡς μήτε ἐπίφοβος Ὑρκανῷ δόξειε μετὰ μείζονος παραγενόμενος τάγματος μήτε γυμνὸς καὶ ἀφύλακτος, ᾔει πρὸς τὴν δίκην. [170] Σέξστος μέντοι τῆς Συρίας ἡγεμὼν γράφει παρακαλῶν Ὑρκανὸν ἀπολῦσαι τὸν Ἡρώδην ἐκ τῆς δίκης καὶ προσαπειλῶν παρακούσαντι. τῷ δ᾽ ἦν ἀφορμὴ τὸ παρὰ τοῦ Σέξστου γράμμα πρὸς τὸ μηδὲν ἐκ τοῦ συνεδρίου παθόντα ἀπολῦσαι τὸν Ἡρώδην: ἠγάπα γὰρ αὐτὸν ὡς υἱόν. [171] καταστὰς δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ σὺν αὐτῷ τάγματος Ἡρώδης κατέπληξεν ἅπαντας καὶ κατηγορεῖν ἐθάρρει τὸ λοιπὸν οὐδεὶς τῶν πρὶν ἀφικέσθαι διαβαλλόντων, ἀλλ᾽ ἦν ἡσυχία καὶ τοῦ τί χρὴ ποιεῖν ἀπορία. [172] διακειμένων δ᾽ οὕτως εἷς τις Σαμαίας ὄνομα, δίκαιος ἀνὴρ καὶ διὰ τοῦτο τοῦ δεδιέναι κρείττων, ἀναστὰς εἶπεν: ‘ἄνδρες σύνεδροι καὶ βασιλεῦ, εἰς δίκην μὲν οὔτ᾽ αὐτὸς οἶδά τινα τῶν πώποτε εἰς ὑμᾶς κεκλημένων οὕτω παραστάντα οὔτε ὑμᾶς ἔχειν εἰπεῖν ὑπολαμβάνω, ἀλλὰ πᾶς ὁστισδηποτοῦν ἀφῖκται εἰς τὸ συνέδριον τοῦτο κριθησόμενος ταπεινὸς παρίσταται καὶ σχήματι δεδοικότος καὶ ἔλεον θηρωμένου παρ᾽ ὑμῶν, κόμην τ᾽ ἐπιθρέψας καὶ ἐσθῆτα μέλαιναν ἐνδεδυμένος. [173] δὲ βέλτιστος Ἡρώδης φόνου δίκην φεύγων καὶ ἐπ᾽ αἰτίᾳ τοιαύτῃ κεκλημένος ἕστηκε τὴν πορφύραν περικείμενος καὶ τὴν κεφαλὴν κεκοσμημένος τῇ συνθέσει τῆς κόμης καὶ περὶ αὐτὸν ἔχων ὁπλίτας, ἵνα ἂν κατακρίνωμεν αὐτοῦ κατὰ τὸν νόμον, κτείνῃ μὲν ἡμᾶς, αὐτὸν δὲ σώσῃ βιασάμενος τὸ δίκαιον. [174] ἀλλ᾽ Ἡρώδην μὲν ἐπὶ τούτοις οὐκ ἂν μεμψαίμην, εἰ τὸ αὐτοῦ συμφέρον ποιεῖται περὶ πλείονος τὸ νόμιμον, ὑμᾶς δὲ καὶ τὸν βασιλέα τοσαύτην ἄδειαν αὐτῷ παρασχόντας. ἴστε μέντοι τὸν θεὸν μέγαν, καὶ οὗτος, ὃν νῦν δι᾽ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς τε καὶ αὐτὸν τὸν βασιλέα.’ [175] διήμαρτεν δ᾽ οὐδὲν τῶν εἰρημένων. γὰρ Ἡρώδης τὴν βασιλείαν παραλαβὼν πάντας ἀπέκτεινεν τοὺς ἐν τῷ συνεδρίῳ καὶ Ὑρκανὸν αὐτὸν χωρὶς τοῦ Σαμαίου: [176] σφόδρα γὰρ αὐτὸν διὰ τὴν δικαιοσύνην ἐτίμησεν καὶ ὅτι τῆς πόλεως μετὰ ταῦτα πολιορκουμένης ὑπό τε Ἡρώδου καὶ Σοσσίου παρῄνεσεν τῷ δήμῳ δέξασθαι τὸν Ἡρώδην εἰπὼν διὰ τὰς ἁμαρτίας οὐ δύνασθαι διαφυγεῖν αὐτόν. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν. [177]

Ὑρκανὸς δὲ ὁρῶν ὡρμημένους πρὸς τὴν ἀναίρεσιν τὴν Ἡρώδου τοὺς ἐν τῷ συνεδρίῳ τὴν δίκην εἰς ἄλλην ἡμέραν ἀνεβάλετο, καὶ πέμψας κρύφα πρὸς Ἡρώδην συνεβούλευσεν αὐτῷ φυγεῖν ἐκ τῆς πόλεως: οὕτω γὰρ τὸν κίνδυνον διαφεύξεσθαι. [178] καὶ μὲν ἀνεχώρησεν εἰς Δαμασκὸν ὡς φεύγων τὸν βασιλέα, καὶ παραγενόμενος πρὸς Σέξτον Καίσαρα καὶ τὰ κατ᾽ αὐτὸν ἀσφαλισάμενος οὕτως εἶχεν, ὡς εἰ καλοῖτο πάλιν εἰς τὸ συνέδριον ἐπὶ δίκην οὐχ ὑπακουσόμενος. [179] ἠγανάκτουν δὲ οἱ ἐν τῷ συνεδρίῳ καὶ τὸν Ὑρκανὸν ἐπειρῶντο διδάσκειν, ὅτι ταῦτα πάντα εἴη κατ᾽ αὐτοῦ. τὸν δ᾽ οὐκ ἐλάνθανε μέν, πράττειν δ᾽ οὐδὲν εἶχεν ὑπὸ ἀνανδρίας καὶ ἀνοίας. [180] Σέξστου δὲ ποιήσαντος Ἡρώδην στρατηγὸν κοίλης Συρίας, χρημάτων γὰρ αὐτῷ τοῦτο ἀπέδοτο, Ὑρκανὸς ἦν ἐν φόβῳ, μὴ στρατεύσηται Ἡρώδης ἐπ᾽ αὐτόν. οὐ πολὺ δὲ τοῦ δέους ἐβράδυνεν, ἀλλ᾽ ἧκεν ἄγων ἐπ᾽ αὐτὸν Ἡρώδης στρατιὰν ὀργιζόμενος τῆς δίκης αὐτῷ καὶ τοῦ κληθῆναι πρὸς τὸ λόγον ὑποσχεῖν ἐν τῷ συνεδρίῳ. [181] διεκώλυσαν δ᾽ αὐτὸν προσβαλεῖν τοῖς Ἱεροσολύμοις ὑπαντήσαντες τε πατὴρ Ἀντίπατρος καὶ ἀδελφός, καὶ τὴν ὁρμὴν αὐτοῦ καταπαύσαντες καὶ παρακαλέσαντες ἔργῳ μὲν ἐγχειρεῖν μηδενί, καταπληξάμενον δὲ ἀπειλῇ μόνον μὴ χωρῆσαι περαιτέρω κατὰ τοῦ παρασχόντος αὐτῷ εἰς τοῦτο παρελθεῖν τὸ ἀξίωμα. [182] ἠξίουν τε περὶ τοῦ κληθέντα ἐπὶ δίκην ἐλθεῖν ἀγανακτοῦντα μεμνῆσθαι καὶ τῆς ἀφέσεως καὶ χάριν αὐτῆς εἰδέναι καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπότερον ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχαριστεῖν: [183] λογίζεσθαι δ᾽ ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ δι᾽ αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν δυσκόλου τινὸς παρεσχημένῳ. [184] πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: