previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[297]

Ἀντίγονον δὲ τὸν Ἀριστοβούλου στρατιὰν ἀθροίσαντα καὶ Φάβιον τεθεραπευκότα χρήμασιν κατῆγεν Πτολεμαῖος Μενναίου διὰ τὸ κήδευμα. συνεμάχει δ᾽ αὐτῷ καὶ Μαρίων, ὃν Τυρίων καταλελοίπει τύραννον Κάσσιος: τυραννίσι γὰρ διαλαβὼν τὴν Συρίαν οὗτος ἀνὴρ ἐφρούρησεν. [298] δὲ Μαρίων καὶ εἰς τὴν Γαλιλαίαν ὅμορον οὖσαν ἐνέβαλεν καὶ τρία καταλαβὼν ἐρύματα διὰ φρουρᾶς εἶχεν. ἐλθὼν δὲ καὶ ἐπὶ τοῦτον Ἡρώδης ἅπαντα μὲν αὐτὸν ἀφείλετο, τοὺς δὲ Τυρίων φρουροὺς φιλανθρώπως ἀπέλυσεν ἔστιν οἷς καὶ δωρεὰς δοὺς διὰ τὸ πρὸς τὴν πόλιν εὔνουν. [299] ταῦτα διαπραξάμενος ὑπήντησεν Ἀντιγόνῳ καὶ μάχην αὐτῷ συνάψας νικᾷ καὶ ὅσον οὔπω τῶν ἄκρων ἐπιβάντα τῆς Ἰουδαίας ἐξέωσεν. εἰς Ἱεροσόλυμα δὲ παραγενόμενον στεφάνοις ἀνέδουν Ὑρκανός τε καὶ δῆμος. [300] ἐγεγάμβρευτο δ᾽ ἤδη καθ᾽ ὁμολογίαν τῷ Ὑρκανοῦ γένει καὶ διὰ τοῦτο μᾶλλον αὐτοῦ προειστήκει μέλλων ἄγεσθαι τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα, Ὑρκανοῦ δὲ θυγατριδῆν, ἐξ ἧς πατὴρ μὲν γίνεται τριῶν ἀρρένων, δύο δὲ θηλειῶν. ἦκτο δὲ πρότερον καὶ γυναῖκα δημότιν Δῶριν ὄνομα ἐκ τοῦ ἔθνους, ἐξ ἧς αὐτῷ πρεσβύτατος γίνεται Ἀντίπατρος. [301]

Κάσσιον μὲν οὖν χειροῦνται Ἀντώνιός τε καὶ Καῖσαρ περὶ Φιλίππους, ὡς καὶ παρ᾽ ἄλλοις δεδήλωται. μετὰ δὲ τὴν νίκην Καῖσαρ μὲν ἐπ᾽ Ἰταλίας ἐχώρει, Ἀντώνιος δὲ εἰς τὴν Ἀσίαν ἀπῆρεν: γενομένῳ δὲ ἐν τῇ Βιθυνίᾳ αἱ πανταχόθεν ἀπήντων πρεσβεῖαι. [302] παρῆσαν δὲ καὶ Ἰουδαίων οἱ ἐν τέλει κατηγοροῦντες τῶν περὶ Φασάηλον καὶ Ἡρώδην, πρόσχημα μὲν εἶναι λέγοντες τῆς βασιλείας Ὑρκανόν, τούτους δὲ τὴν πᾶσαν ἔχειν ἐξουσίαν. [303] Ἡρώδην δὲ Ἀντώνιος διὰ πολλῆς εἶχε τιμῆς ἐλθόντα πρὸς αὐτὸν ἐπὶ ἀπολογίᾳ τῶν κατηγορούντων, καὶ διὰ τοῦτο συνέβη μηδὲ λόγου τυχεῖν τοὺς ἀντιστασιώτας: διεπέπρακτο δὲ τοῦτο χρήμασιν Ἡρώδης παρ᾽ Ἀντωνίου. [304] ἐπεὶ δ᾽ εἰς Ἔφεσον ἧκεν Ἀντώνιος, ἔπεμψεν Ὑρκανὸς ἀρχιερεὺς καὶ τὸ ἔθνος τὸ ἡμέτερον πρεσβείαν πρὸς αὐτὸν στέφανόν τε κομίζουσαν χρυσοῦν καὶ παρακαλοῦσαν τοὺς αἰχμαλωτισθέντας ὑπὸ Κασσίου Ἰουδαίους οὐ νόμῳ πολέμου γράψαντα τοῖς κατὰ τὰς ἐπαρχίας ἐλευθέρους ἀπολῦσαι καὶ τὴν χώραν, ἣν ἐν τοῖς Κασσίου καιροῖς ἀφῃρέθησαν, ἀποδοῦναι. [305] ταῦτα κρίνας Ἀντώνιος ἀξιοῦν δίκαια τοὺς Ἰουδαίους παραχρῆμα ἔγραψεν Ὑρκανῷ καὶ τοῖς Ἰουδαίοις, ἐπέστειλεν δὲ καὶ τοῖς Τυρίοις καὶ διάταγμα ἔπεμπε περιέχον ταῦτα. [306]

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Ὑρκανῷ ἀρχιερεῖ καὶ ἐθνάρχῃ καὶ τῷ Ἰουδαίων ἔθνει χαίρειν. εἰ ἔρρωσθε, εὖ ἂν ἔχοι, ἔρρωμαι δὲ καὶ αὐτὸς μετὰ τοῦ στρατεύματος. [307] Λυσίμαχος Παυσανίου καὶ Ἰώσηπος Μενναίου καὶ Ἀλέξανδρος Θεοδώρου πρεσβευταὶ ἐν Ἐφέσῳ μοι συντυχόντες τήν τε ἔμπροσθεν ἐν Ῥώμῃ τελεσθεῖσαν αὐτοῖς πρεσβείαν ἀνενεώσαντο καὶ τὴν νῦν ὑπὲρ σοῦ καὶ τοῦ ἔθνους σπουδαίως διέθεντο, ἣν ἔχεις εὔνοιαν πρὸς ἡμᾶς ἐμφανίσαντες. [308] πεπεισμένος οὖν καὶ ἐκ τῶν πραγμάτων καὶ ἐκ τῶν λόγων, ὅτι οἰκειότατα ἔχετε πρὸς ἡμᾶς, καὶ τὸ ἀραρὸς ὑμῶν ἦθος καὶ θεοσεβὲς κατανοήσας, [309] ἴδιον ἥγημαι * καταδραμόντων δὲ τὴν Ἀσίαν ἅπασαν τῶν ἐναντιωθέντων ἡμῖν τε καὶ τῷ δήμῳ τῶν Ῥωμαίων καὶ μήτε πόλεων μήτε ἡρῴων ἀποσχομένων μήτε ὅρκους οὓς ἐποιήσαντο φυλαξάντων, ἡμεῖς ὡς οὐχ ὑπὲρ ἰδίου μόνον ἀγῶνος, ἀλλ᾽ ὡς ὑπὲρ ἁπάντων κοινοῦ, τοὺς αἰτίους καὶ τῶν εἰς ἀνθρώπους παρανομιῶν καὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ἠμυνάμεθα, δι᾽ καὶ τὸν ἥλιον ἀπεστράφθαι δοκοῦμεν, ὃς καὶ αὐτὸς ἀηδῶς ἐπεῖδεν τὸ ἐπὶ Καίσαρι μύσος. [310] ἀλλὰ τὰς ἐπιβουλὰς αὐτῶν τὰς θεημάχους, ἃς ὑπεδέξατο Μακεδονία καθάπερ ἴδιος αὐτοῖς τῶν ἀνοσίων τολμημάτων ἀήρ, καὶ τὴν σύγχυσιν τῆς ἡμιμανοῦς κακοηθείας κατὰ Φιλίππους τῆς Μακεδονίας συνεκρότουν, καὶ τόπους εὐφυεῖς καταλαμβανόμενοι μέχρι θαλάσσης ἀποτετειχισμένους ὄρεσιν, ὡς πύλῃ μιᾷ τὴν πάροδον ταμιεύεσθαι, τῶν θεῶν αὐτοὺς ἐπὶ τοῖς ἀδίκοις ἐγχειρήμασιν κατεψηφισμένων ἐκρατήσαμεν. [311] καὶ Βροῦτος συμφυγὼν εἰς Φιλίππους καὶ συγκλεισθεὶς ὑφ᾽ ἡμῶν ἐκοινώνησεν Κασσίῳ τῆς ἀπωλείας. τούτων κεκολασμένων εἰρήνης τὸ λοιπὸν ἀπολαύσειν ἐλπίζομεν καὶ ἀναπεπαῦσθαι τὴν Ἀσίαν ἐκ τοῦ πολέμου. [312] κοινὴν οὖν ποιούμεθα καὶ τοῖς συμμάχοις τὴν ὑπὸ θεοῦ δοθεῖσαν ἡμῖν εἰρήνην: ὥσπερ οὖν ἐκ νόσου μεγάλης τὸ τῆς Ἀσίας σῶμα νῦν διὰ τὴν ἡμετέραν νίκην ἀναφέρειν. ἔχων τοίνυν καὶ σὲ διὰ μνήμης καὶ τὸ ἔθνος αὔξειν φροντίσω τῶν ὑμῖν συμφερόντων. [313] ἐξέθηκα δὲ καὶ γράμματα κατὰ πόλεις, ὅπως εἴ τινες ἐλεύθεροι δοῦλοι ὑπὸ δόρυ ἐπράθησαν ὑπὸ Γαΐου Κασσίου τῶν ὑπ᾽ αὐτῷ τεταγμένων ἀπολυθῶσιν οὗτοι, τοῖς τε ὑπ᾽ ἐμοῦ δοθεῖσιν καὶ Δολαβέλλα φιλανθρώποις χρῆσθαι ὑμᾶς βούλομαι. Τυρίους τε κωλύω βιαίους εἶναι περὶ ὑμᾶς καὶ ὅσα κατέχουσιν Ἰουδαίων ταῦτα ἀποκαταστῆσαι κελεύω. τὸν δὲ στέφανον ὃν ἔπεμψας ἐδεξάμην. [314]

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. ἐμφανισάντων μοι ἐν Ἐφέσῳ Ὑρκανοῦ τοῦ ἀρχιερέως καὶ ἐθνάρχου πρεσβευτῶν καὶ χώραν αὐτῶν ὑμᾶς κατέχειν λεγόντων, εἰς ἣν ἐνέβητε κατὰ τὴν τῶν ἐναντιουμένων ἡμῖν ἐπικράτειαν, [315] ἐπεὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας πόλεμον ἀνεδεξάμεθα καὶ τῶν εὐσεβῶν καὶ δικαίων ποιούμενοι πρόνοιαν ἠμυνάμεθα τοὺς μήτε χάριτος ἀπομνημονεύσαντας μήτε ὅρκους φυλάξαντας, βούλομαι καὶ τὴν ἀφ᾽ ὑμῶν εἰρήνην τοῖς συμμάχοις ἡμῶν ὑπάρχειν καὶ ὅσα παρὰ τῶν ἡμετέρων ἐλάβετε ἀνταγωνιστῶν μὴ συγχωρεῖν, ἀλλὰ ταῦτα ἀποδοθῆναι τοῖς ἀφῃρημένοις. [316] οὔτε γὰρ ἐπαρχίας ἐκείνων οὐθεὶς οὔτε στρατόπεδα τῆς συγκλήτου δούσης ἔλαβεν, ἀλλὰ βίᾳ καθαρπάσαντες ἐχαρίσαντο βιαίως τοῖς πρὸς ἠδίκουν χρησίμοις αὐτοῖς γινομένοις. [317] δίκην οὖν αὐτῶν δεδωκότων τούς τε συμμάχους τοὺς ἡμετέρους ὅσα ποτ᾽ εἶχον ἀξιοῦμεν ἀκωλύτους διακατέχειν καὶ ὑμᾶς, εἴ τινα χωρία Ὑρκανοῦ ὄντα τοῦ ἐθνάρχου Ἰουδαίων πρὸ μιᾶς ἡμέρας Γάιον Κάσσιον πόλεμον οὐ συγκεχωρημένον ἐπάγοντα ἐπιβῆναι τῆς ἐπαρχίας ἡμῶν νῦν ἔχετε, ἀποδοῦναι αὐτῷ βίαν τε αὐτοῖς μηδεμίαν προσφέρειν ἐπὶ τῷ ἀσθενεῖς αὐτοὺς ποιεῖν τῶν ἰδίων δεσπόζειν. [318] εἰ δέ τινα ἔχετε πρὸς αὐτὸν δικαιολογίαν, ὅταν ἔλθωμεν ἐπὶ τοὺς τόπους ἐξέσται ὑμῖν ταύτῃ χρήσασθαι, ἡμῶν ἕκαστα τοῖς συμμάχοις ὁμοίως τοῖς κρίμασιν φυλασσόντων. [319]

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς καὶ ἐν τῷ ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται. [320] Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν δημοσίων πραγμάτων εἶπεν: ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου, [321] τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ κρίμασιν ἐπανορθούμεθα τὰ ὑπ᾽ αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα τοῖς συμμάχοις ἡμῶν: καὶ ὅσα ἐπράθη Ἰουδαίων ἤτοι σώματα Ἰουδαίων κτῆσις ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπ᾽ ἀρχῆς, δὲ κτῆσις τοῖς πρότερον κυρίοις. [322] τὸν δ᾽ οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα. [323]

Τὸ δ᾽ αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ Ἀντιοχεῦσιν καὶ Ἀραδίοις ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν Ῥωμαίους ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: