previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[80]

Σκαύρου δ᾽ ἐπὶ Πέτραν τῆς Ἀραβίας στρατεύσαντος καὶ διὰ τὸ δυσάλωτον εἶναι τὰ ἐν κύκλῳ δῃοῦντος αὐτῆς καὶ τοῦ στρατεύματος λιμήναντος Ἀντίπατρος κατ᾽ ἐντολὴν Ὑρκανοῦ σῖτον ἐκ τῆς Ἰουδαίας καὶ τὰ ἄλλα, ὅσων ἐνέδει, παρεῖχεν. [81] πεμφθεὶς δὲ πρὸς Ἀρέταν πρεσβευτὴς ὑπὸ Σκαύρου διὰ τὴν ὑπάρχουσαν ξενίαν πείθει αὐτὸν ἀργύριον ὑπὲρ τοῦ μὴ δῃωθῆναι τὴν χώραν δοῦναι, καὶ αὐτὸς ἐγγυητὴς τριακοσίων ταλάντων γίνεται. καὶ ἐπὶ τούτοις ἔλυσε τὸν πόλεμον Σκαῦρος οὐχ ἧττον αὐτὸς συνέβαινεν Ἀρέταν ἐπιθυμεῖν τοῦτο γενέσθαι βουλόμενος. [82]

Χρόνῳ δ᾽ ὕστερον Ἀλεξάνδρου τὴν Ἰουδαίαν κατατρέχοντος τοῦ Ἀριστοβούλου παιδὸς Γαβίνιος ἐκ Ῥώμης στρατηγὸς εἰς Συρίαν ἧκεν, ὃς ἄλλα τε λόγου ἄξια διεπράξατο καὶ ἐπ᾽ Ἀλέξανδρον ἐστράτευσεν, μηκέτι Ὑρκανοῦ πρὸς τὴν ἐκείνου ῥώμην ἀντέχειν δυναμένου, ἀλλ᾽ ἀνεγείρειν ἤδη καὶ τὸ τῶν Ἱεροσολύμων τεῖχος ἐπιχειροῦντος, ὅπερ καθεῖλεν Πομπήιος. [83] ἀλλὰ τούτου μὲν αὐτὸν ἐπέσχον οἱ ἐνταῦθα Ῥωμαῖοι. περιιὼν δὲ ἐν κύκλῳ τὴν χώραν πολλοὺς ὥπλιζεν τῶν Ἰουδαίων καὶ συνέλεξεν ταχὺ μυρίους μὲν ὁπλίτας πεντακοσίους δὲ πρὸς τοῖς χιλίοις ἱππεῖς, Ἀλεξάνδρειόν τε ὠχύρου τὸ πρὸς ταῖς Κορέαις ἔρυμα καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν. [84] ἔρχεται οὖν ἐπ᾽ αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον προπέμψας σὺν ἄλλοις ἡγεμόσιν: οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ: ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν τῇ φάλαγγι. [85] καὶ ἀναχωρεῖ μὲν ἐγγὺς Ἱεροσολύμων Ἀλέξανδρος, συμπεσόντων δὲ ἀλλήλοις ἐκεῖ καὶ μάχης γενομένης κτείνουσι μὲν οἱ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους, ζωγροῦσι δὲ οὐκ ἔλαττον. [86]

Ἐν τούτῳ Γαβίνιος ἐπ᾽ Ἀλεξάνδρειον ἐλθὼν προυκαλεῖτο τοὺς ἔνδον εἰς διαλύσεις συγγνώσεσθαι περὶ τῶν πρόσθεν αὐτοῖς ἡμαρτημένων ὁμολογῶν. στρατοπεδευομένων δὲ πολλῶν πρὸ τοῦ ἐρύματος πολεμίων, ἐφ᾽ οὓς ἀνῄεσαν οἱ Ῥωμαῖοι, Μᾶρκος Ἀντώνιος ἐπιφανῶς ἀγωνισάμενος καὶ πολλοὺς ἀποκτείνας ἔδοξεν ἠριστευκέναι. [87] Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ καταλιπών, ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον, αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν, καὶ ὅσαις ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο. [88] καὶ ἀνεκτίσθησαν Σαμάρεια καὶ Ἄζωτος καὶ Σκυθόπολις καὶ Ἀνθηδὼν καὶ Ῥάφεια καὶ Ἄδωρα Μάρισά τε καὶ Γάζα καὶ ἄλλαι οὐκ ὀλίγαι. τῶν δὲ ἀνθρώπων πειθομένων οἷς Γαβίνιος προσέταττεν βεβαίως οἰκηθῆναι τότε συνέβαινε τὰς πόλεις πολὺν χρόνον ἐρήμους γενομένας. [89]

Ταῦτα δὲ διαπραξάμενος κατὰ τὴν χώραν ἐπάνεισιν ἐπὶ τὸ Ἀλεξάνδρειον, καὶ τὴν πολιορκίαν αὐτοῦ κρατύνοντος διαπρεσβεύεται πρὸς αὐτὸν Ἀλέξανδρος συγγινώσκειν τε αὐτῷ τῶν ἡμαρτημένων δεόμενος καὶ παραδιδοὺς τῶν ἐρυμάτων Ὑρκανίαν τε καὶ Μαχαιροῦντα, ὕστερον δὲ καὶ Ἀλεξάνδρειον. [90] καὶ ταῦτα μὲν Γαβίνιος κατέσκαψεν. τῆς δ᾽ Ἀλεξάνδρου μητρὸς πρὸς αὐτὸν ἐλθούσης, ἐφρόνει τὰ Ῥωμαίων τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τῶν ἄλλων τέκνων ἐν Ῥώμῃ ἐχομένων, συνεχώρησεν αὐτῇ ταῦτα ἅπερ ἠξίου, καὶ διοικησάμενος τὰ πρὸς αὐτὴν Ὑρκανὸν κατήγαγεν εἰς Ἱεροσόλυμα σχήσοντα τὴν τοῦ ἱεροῦ ἐπιμέλειαν. [91] πέντε δὲ συνέδρια καταστήσας εἰς ἴσας μοίρας διένειμε τὸ ἔθνος, καὶ ἐπολιτεύοντο οἱ μὲν ἐν Ἱεροσολύμοις οἱ δὲ ἐν Γαδάροις οἱ δὲ ἐν Ἀμαθοῦντι, τέταρτοι δ᾽ ἦσαν ἐν Ἱεριχοῦντι, καὶ τὸ πέμπτον ἐν Σαπφώροις τῆς Γαλιλαίας. καὶ οἱ μὲν ἀπηλλαγμένοι δυναστείας ἐν ἀριστοκρατίᾳ διῆγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: