previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[92]

Ἀριστοβούλου δὲ διαδράντος ἐκ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ τὸ Ἀλεξάνδρειον, ὅπερ ἦν νεωστὶ κατεσκαμμένον, ἀνακτίζειν προαιρουμένου, πέμπει Γαβίνιος ἐπ᾽ αὐτὸν στρατιώτας καὶ ἡγεμόνας Σισένναν τε καὶ Ἀντώνιον καὶ Σερουίλιον κωλύσοντάς τε τὸ χωρίον αὐτὸν κατασχεῖν καὶ συλληψομένους αὐτόν. [93] πολλοὶ δ᾽ Ἀριστοβούλῳ τῶν Ἰουδαίων κατὰ τὴν παλαιὰν εὔκλειαν προσέρρεον καὶ δὴ καὶ νεωτέροις χαίροντες ἀεὶ πράγμασιν: Πειθόλαος γοῦν τις ὑποστράτηγος ἐν Ἱεροσολύμοις ὢν μετὰ χιλίων ηὐτομόλησεν πρὸς αὐτόν: [94] οἱ δὲ πολλοὶ τῶν προστιθεμένων ἦσαν ἄνοπλοι. διεγνώκει δ᾽ εἰς Μαχαιροῦντα ἀπανίστασθαι Ἀριστόβουλος: τούτους μὲν οὖν ἀπέλυσεν ἀπόρους ὄντας: οὐ γὰρ ἐγίνοντο αὐτῷ χρήσιμοι πρὸς τὰ ἔργα: τοὺς δ᾽ ὡπλισμένους περὶ ὀκτακισχιλίους ὄντας ἀναλαβὼν ᾤχετο. [95] καὶ προσπεσόντων αὐτοῖς τῶν Ῥωμαίων καρτερῶς ἡττῶνται τῇ μάχῃ γενναίως οἱ Ἰουδαῖοι καὶ προθύμως ἀγωνισάμενοι, βιασαμένων τε τῶν πολεμίων εἰς φυγὴν τρέπονται. καὶ φονεύονται μὲν αὐτῶν εἰς πεντακισχιλίους, οἱ δὲ λοιποὶ σκεδασθέντες ὡς ἐδύναντο σώζειν αὑτοὺς ἐπειρῶντο. [96] χιλίων μέντοι πλείονας ἔχων Ἀριστόβουλος εἰς Μαχαιροῦντα διέφυγεν ὠχύρου τε τὸ χωρίον καὶ πράττων κακῶς οὐδὲν ἧττον ἐλπίδος ἀγαθῆς εἴχετο. δύο δ᾽ ἡμέρας ἀντισχὼν τῇ πολιορκίᾳ καὶ πολλὰ τραύματα λαβὼν αἰχμάλωτος μετ᾽ Ἀντιγόνου τοῦ παιδός, ὃς δὴ καὶ συνέφυγεν ἐκ Ῥώμης αὐτῷ, πρὸς Γαβίνιον ἄγεται. [97] καὶ τοιαύτῃ μὲν Ἀριστόβουλος χρησάμενος τύχῃ πάλιν εἰς Ῥώμην ἀναπέμπεται καὶ δεθεὶς αὐτόθι κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη τρία καὶ μῆνας ἕξ, ἀνὴρ δὲ λαμπρὸς καὶ μεγαλόψυχος γενόμενος. τὰ μέντοι τέκνα αὐτοῦ ἀνῆκεν σύγκλητος Γαβινίου γράψαντος τοῦθ᾽ ὑπεσχῆσθαι τῇ μητρὶ παραδούσῃ τὰ ἐρύματα. καὶ ταῦτα μὲν εἰς τὴν Ἰουδαίαν ἐπανέρχεται. [98]

Γαβινίῳ δὲ ἐπὶ Πάρθους στρατεύοντι καὶ τὸν Εὐφράτην ἤδη πεπεραιωμένῳ μετέδοξεν εἰς τὴν Αἴγυπτον ὑποστρέψαντι καταστῆσαι Πτολεμαῖον εἰς αὐτήν. καὶ ταῦτα μὲν καὶ ἐν ἄλλοις δεδήλωται. [99] Γαβινίῳ μέντοι κατὰ τὴν στρατείαν ἣν ἐφ᾽ Ὑρκανὸν ἐστείλατο Ἀντίπατρος ὑπηρέτησεν σῖτον καὶ ὅπλα καὶ χρήματα, καὶ τοὺς ὑπὲρ Πηλούσιον τῶν Ἰουδαίων οὗτος αὐτῷ προσηγάγετο καὶ συμμάχους ἐποίησεν φύλακας ὄντας τῶν εἰς τὴν Αἴγυπτον ἐμβολῶν. [100] ἐπανελθὼν δ᾽ ἐκ τῆς Αἰγύπτου καταλαμβάνει τὴν Συρίαν στάσει καὶ ταραχῇ νοσοῦσαν: γὰρ Ἀριστοβούλου παῖς Ἀλέξανδρος παρελθὼν ἐξ ὑστέρου πάλιν εἰς τὴν ἀρχὴν κατὰ βίαν πολλοὺς μὲν τῶν Ἰουδαίων ἀπέστησεν, στρατεύματι δὲ μεγάλῳ τὴν χώραν ἐπερχόμενος ἔκτεινε πάντας ὅσους ἐπιτύχοι τῶν Ῥωμαίων εἴς τε ὄρος τὸ καλούμενον Γαριζεὶν συμφυγόντας προσέκειτο πολιορκῶν. [101]

δὲ Γαβίνιος τοιαῦτα τὰ κατὰ τὴν Συρίαν καταλαβὼν Ἀντίπατρον, συνετὸς γὰρ ἦν, πέμπει πρὸς τοὺς νενοσηκότας, εἰ παῦσαι δυνηθείη τῆς παραφροσύνης αὐτοὺς καὶ πεῖσαι πρὸς τὸν ἀμείνω λογισμὸν ἐπανελθεῖν. [102] δ᾽ ἐλθὼν πολλοὺς μὲν ἐσωφρόνισεν καὶ προσηγάγετο τῷ δέοντι, τὸν δὲ Ἀλέξανδρον οὐκ ἠδυνήθη κατασχεῖν: στρατοῦ γὰρ ἔχων οὗτος μυριάδας τρεῖς Ἰουδαίων ἀπήντησεν Γαβινίῳ καὶ συμβαλὼν ἡττᾶται πεσόντων αὐτῷ μυρίων περὶ τὸ Ἰταβύριον ὄρος. [103]

Καταστησάμενος δὲ Γαβίνιος τὰ κατὰ τὴν Ἱεροσολυμιτῶν πόλιν, ὡς ἦν Ἀντιπάτρῳ θέλοντι, ἐπὶ τὴν Ναβαταίων ἔρχεται, καὶ κρατεῖ μὲν τούτων τῇ μάχῃ, Πάρθων δὲ φυγάδας Μιθριδάτην καὶ Ὀρσάνην ἐλθόντας προύπεμψεν, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν. [104] καὶ Γαβίνιος μὲν ἔργα μεγάλα καὶ λαμπρὰ κατὰ τὴν στρατηγίαν δράσας ἀπῆρεν εἰς Ῥώμην Κράσσῳ παραδοὺς τὴν ἀρχήν. περὶ δὲ τῆς Πομπηίου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος Δαμασκηνὸς καὶ Στράβων Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: