καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.Φιλύλλιος ῾I 788 K':'
ᾠά, κάρυ᾽, ἀμυγδάλαι.Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος: ‘κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.' τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ ῾fr. 688 N':'
καρύαι μελίαι τε.Εὔβουλος ῾II 212 K':' ‘φηγούς, κάρυα Καρύστια.' καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.