previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δ᾽ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς Φιλαδελφεύς, ἄνθρωπος οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός. ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομαΣτρομβιχίδη, ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους: ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον: πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ᾽ οὕτως ἀπολούμεθον.' δ᾽ αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι λέγουσιτὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν Μαυρούσιος Ἰόβας FHG III 470' 'ἀπὸ τῶν κατουδαίων φόβων κατ᾽ ἀναίρεσιν τῶν δειμάτωνἐν τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλωνοὐκ εἶδές με, ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.' τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι᾽ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφηγενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος τῆτες ἡμέρα.' ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκώμιον διεξερχόμενος τῆς βασιλευούσης πόλεως ἔφηθαυμαστὴ δ᾽ Ῥωμαίων ἀρχὴ ἀνυπόστατος.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: