previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος τῆς ἀρχαίας
κωμῳδίας ποιητής. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς ἀγῶνας τοὺς θυμελικοὺς Ἡγήμων καὶ παρ᾽ Ἀθηναίοις ἐνίκησεν ἄλλαις τε παρῳδίαις καὶ τῇ Γιγαντομαχίᾳ. γέγραφε δὲ καὶ κωμῳδίαν εἰς τὸν ἀρχαῖον τρόπον, ἣν ἐπιγράφουσιν Φιλίνην. δὲ Εὔβοιος πολλὰ μὲν εἴρηκεν ἐν τοῖς ποιήμασιν χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανέων μάχης fr. 1 Brandt':'
βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν Il. 18.534'.'
περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν fr. 2':'
μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ,
μήτε σύ, Πηλείδη Il. 1.275. 77'.'
ὅτι δὲ ἦν τις περὶ αὐτοὺς δόξα παρὰ τοῖς Σικελιώταις Ἀλέξανδρος Αἰτωλὸς τραγῳδοδιδάσκαλος ποιήσας ἐλεγεῖον τρόπον τοῦτον δηλοῖ p. 230 M':'
ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω
πατρίδος. ἀρχαίων ἦν ὅδ᾽ ἀνὴρ προγόνων,
εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
ξεῖνος: Μιμνέρμου δ᾽ εἰς ἔπος ἄκρον ἰὼν
παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ᾽ ὡνὴρ
εὖ παρ᾽ Ὁμηρείην ἀγλαίην ἐπέων
πισσύγγους φῶρας ἀναιδέας τινα χλούνην,
φλύων ἀνθηρῇ σὺν κακοδαμονίῃ.
τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν. ὃς δὲ Βοιωτοῦ
ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ᾽ ὀλίγον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: