previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μνησίθεος δ᾽ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶντῶν Εὐβοικῶν, φησί, καρύων καστάνων ῾ἀμφοτέρως γὰρ καλεῖταἰ δύσπεπτος μὲν κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ. τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων. χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος. τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος πύρωσις: ἐστὶ γὰρ τοῦτο <τὸ> χείριστον: τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται, ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.' δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ: τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ: τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον.
λόπιμον κάρυόν τε
Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Νίκανδρός φησιν Κολοφώνιος ἐν Γεωργικοῖς fr. 76 Schn'.' Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια: ‘ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ταῦτα δένδρα ἐκάλουν ἄμωτα.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (5 total)
  • Cross-references to this page (5):
    • Dictionary of Greek and Roman Geography (1854), ARGOS
    • Dictionary of Greek and Roman Geography (1854), CLEITOR
    • Dictionary of Greek and Roman Geography (1854), MELOS
    • Dictionary of Greek and Roman Geography (1854), PRUSA
    • Dictionary of Greek and Roman Geography (1854), TENOS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: