previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΤΑΩΣ. ὅτι σπάνιος οὗτος ὄρνις δηλοῖ Ἀντιφάνης ἐν Στρατιώτῃ Τύχωνι λέγων οὕτως II 99 K':'
τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
σπάνιον ὂν τὸ χρῆμα: πλείους δ᾽ εἰσὶ νῦν τῶν ὀρτύγων.
καὶ Εὔβουλος ἐν Φοίνικι. καὶ γὰρ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται. ‘ ταώς, φησὶν Ἀριστοτέλης p. 291 R',' σχιδανόπους ἐστὶ καὶ ποιολόγος καὶ τίκτει τριέτης γενόμενος, ἐν οἷς [χρόνοις] καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει. ἐπῳάζει δ᾽ ἡμέρας πρὸς λ#. τίκτει τε ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα: ταῦτα δὲ οὐκ εἰς ἅπαξ, ἀλλὰ παρ᾽ ἡμέρας δύο: αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, ὡς ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἀλεκτορίς.' Εὔπολις δ᾽ ἐν Ἀστρατεύτοις φησὶ περὶ αὐτοῦ οὕτως I 266 K':'
μή ποτε θρέψω
παρὰ Φερσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας
ἐγείρει.
Ἀντιφῶντι δὲ τῷ ῥήτορι λόγος μὲν γέγραπται ἔχων ἐπίγραμμα περὶ ταῶν, καὶ ἐν αὐτῷ τῷ λόγῳ οὐδεμία μνεία τοῦ ὀνόματος γίνεται, ὄρνεις δὲ ποικίλους πολλάκις ἐν αὐτῷ ὀνομάζει, φάσκων τούτους τρέφειν Δῆμον τὸν Πυριλάμπους καὶ πολλοὺς παραγίνεσθαι κατὰ πόθον τῆς τῶν ὀρνίθων θέας ἔκ τε Λακεδαίμονος καὶ Θετταλίας καὶ σπουδὴν ποιεῖσθαι τῶν ᾠῶν μεταλαβεῖν. περὶ δὲ τῆς ἰδέας αὐτῶν λέγων γράφει fr. 58 Bl':' ‘εἴ τις ἐθέλοι καταβαλεῖν εἰς πόλιν τοὺς ὄρνιθας, οἰχήσονται ἀναπτόμενοι. ἐὰν δὲ τῶν πτερύγων ἀποτέμῃ, τὸ κάλλος ἀφαιρήσεται: τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλ᾽ οὐ τὸ σῶμα.' ὅτι δὲ καὶ περισπούδαστος ἦν αὐτῶν θέα ἐν τῷ αὐτῷ λόγῳ πάλιν φησίν: ‘ἀλλὰ τὰς μὲν νουμηνίας βουλόμενος εἰσῄει, τὰς δ᾽ ἄλλας ἡμέρας εἴ τις ἔλθοι βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε. καὶ ταῦτα οὐκ ἐχθὲς οὐδὲ πρῴην, ἀλλ᾽ ἔτη πλέον τριάκοντά ἐστιν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: