πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτωνκαὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι. περὶ μὲν γὰρ αὐλῶν ὃ μέν τις ἔφη τὸν Μελανιππίδην καλῶς ἐν τῷ Μαρσύᾳ διασύροντα τὴν αὐλητικὴν εἰρηκέναι περὶ τῆς Ἀθηνᾶς ῾fr. 2 B':'
ἁ μὲν Ἀθάναπρὸς ὃν ἀντιλέγων ἄλλος ἔφη: ‘ἀλλ᾽ ὅ γε Σελινούντιος Τελέστης τῷ Μελανιππίδῃ ἀντικορυσσόμενος ἐν Ἀργοῖ ἔφη—ὁ δὲ λόγος ἐστὶ περὶ τῆς Ἀθηνᾶς— ῾fr. 1 B':'
τὤργαν᾽ ἔρριψέν θ᾽ ἱερᾶς ἀπὸ χειρὸς
εἶπέ τ᾽ ‘ἔρρετ᾽ αἴσχεα, σώματι λύμα,
ἐμὲ δ᾽ ἐγὼ κακότατι δίδωμι.
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανονὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησι:
δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν
αὖθις ἐκ χερῶν βαλεῖν,
νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.
τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν,
ᾇ παρθενίαν ἄγαμον καὶ ἄπαιδ᾽ ἀπένειμε Κλωθώ;
ἀλλὰ μάταν ἀχόρευτοςμετὰ ταῦτα δὲ ἐγκωμιάζων τὴν αὐλητικὴν λέγει:
ἅδε ματαιολόγων φάμα προσέπταθ᾽ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
ἃν συνεριθοτάτον Βρομίῳ παρέδωκε, σεμνᾶςκομψῶς δὲ κἀν τῷ Ἀσκληπιῷ ὁ Τελέστης ἐδήλωσε τὴν τῶν αὐλῶν χρείαν ἐν τούτοις ῾fr. 2':'
δαίμονος ἀερόεν πνεῦμ᾽ αἰολοπτερύγων σὺν ἀγλαᾶν
ὠκύτατι χειρῶν.
ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα,
Λυδὸν ὃς ἥρμοσε πρῶτος
Δωρίδος ἀντίπαλον μούσης νόμον, αἰολον ὀρφναι
πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.