previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΙΘΑΡΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων περὶ ἰχθύων p. 308 R' '‘ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν.' Φερεκράτης Δουλοδιδασκάλῳ I 155 K':'
κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
Β. ἀγαθόν γ᾽ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.
Α. ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, 'γαθή,
ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
Ἐπίχαρμος Ἥβας γάμῳ p. 234 L':'
ἦν δ᾽ ὑαινίδες <τε> βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
ὅτι δὲ διὰ τὸ ὄνομα ἱερὸς εἶναι νενόμισται τοῦ Ἀπόλλωνος εἴρηκεν Ἀπολλόδωρος. Καλλίας δ᾽ Διοκλῆς Κύκλωψι I 694 K':'
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
δ᾽ Ἀρχέστρατος ἐν τῇ Ἡδυπαθείᾳ fr. 27 R':'
κίθαρον δὲ κελεύω,
ἂν μὲν λευκὸς ἔῃ .... στερεός τε πεφύκῃ,
ἕψειν εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα:
ἂν δ᾽ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν
ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ.
καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε:
χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ᾽ ἀκόλαστος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: