previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΕΡΔΙΞ. τούτων πολλοὶ μὲν μέμνηνται, ὡς καὶ Ἀριστοφάνης. τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος fr. 106 B4':'
πτώσσουσαν ὥστε πέρδικα.
οὕτως καὶ ὄρτυγα καὶ χοίνικα, πολὺ δέ ἐστι τὸ ἐκτεινόμενον παρὰ τοῖς Ἀττικοῖς. Σοφοκλῆς Καμικοῖς fr. 301 N':'
ὄρνιθος ἦλθ᾽ ἐπώνυμος
πέρδικος ἐν κλεινοῖς Ἀθηναίων πάγοις.
Φερεκράτης πεποιηκὼς τὸν Χείρωνα I 192 K':'
ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.
Φρύνιχος Τραγῳδοῖς I 384 K':'
τὸν Κλεόμβροτόν τε τοῦ
Πέρδικος υἱόν.
τὸ δὲ ζῷον ἐπὶ λαγνείας συμβολικῶς παρείληπται. Νικοφῶν ἐν Χειρογάστορσι I 779 K':'
τοὺς ἑψητοὺς καὶ τοὺς πέρδικας ἐκείνους.
Ἐπίχαρμος δ᾽ ἐν Κωμασταῖς βραχέως p. 244 L':'
σηπίας τ᾽ ἆγον νεούσας πέρδικάς τε πετομένους.
φησὶ δ᾽ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε p. 287 R':' ‘ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, δὲ θήλεια καὶ πλείονα. πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει καθάπερ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι, ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί: εἶτα καὶ αὐτὸς ἐξίπταται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: