previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δὲ ΜΑΓΕΙΡΩΝ διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί. εἰς ὅτι δὲ οὗτοι προσελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ II 73 K':'
προσέλαβον ἐλθὼν τουτονὶ
τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους
ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ᾽ ὅσα
τούτῳ προσήκει.
ζητητέον δὲ εἰ καὶ τραπεζοκόμος αὐτός ἐστι τῷ τραπεζοποιῷ. Ἰόβας γὰρ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι <τὸν> τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ἐπιγραφὴ Πότος IV 554 M':'
εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα.
Β. τραπεζοποιὸν δημιουργὸν λήψομαι:
ἐπὶ τοῦτ᾽ ἀπέστειλ᾽ ἐξ ἀγροῦ μ᾽ δεσπότης.
ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι II 493 K':'
περὶ τοὐπτάνιον οὐ γίνεθ᾽ σκευωρία:
τραπεζοποιός ἐστ᾽ ἐπὶ τοῦ διακονεῖν.
ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ I 622 K':'
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δ᾽ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων I, 5, 2' 'οὑτωσὶ λέγων: ‘διάκονον δ᾽ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν; παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ IV 217 M':'
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.
ὀψώνην δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων I 521 K':'
ὡς οὑψώνης διατρίβειν
ἡμῖν τἄριστον ἔοικε.
παροψωνεῖν δ᾽ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις ib. 41' 'οὕτως ... παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ II 318 K'.' εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δ᾽ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: