ἀλλ᾽ ὁπότ᾽ ἢ ἐρίφοιο νεοσφάγος ἠὲ καὶ ἀρνὸςδιὰ τούτων, ὦ θαυμασιώτατε, ὑπογράφει ὁ Νίκανδρος τὴν χρείαν τοῦ τε χόνδρου καὶ τῆς ἐπτισμένης κριθῆς, ἐπιχεῖν κελεύων ἀρνὸς ἢ ἐρίφου ζωμὸν ἢ ὄρνιθος. τὰ μὲν οὖν χίδρα, φησίν, ἔντριψον μὲν ἐν θυείᾳ, μίξας δ᾽ ἔλαιον αὐτοῖς ἀναφύρασον, ἡνίκ᾽ ἂν ἕψηται. τὸν ἐκ τῆς τοιᾶσδε σκευῆς ἀναβρομοῦντα ζωμὸν πυκνότερον τῇ ζωμηρύσει καταμίγνυε, μηδὲν ἕτερον ἐπεγχέων, ἀλλ᾽ αὐτὸν ἀπ᾽ αὐτοῦ ἀρυόμενος πρὸς τὸ μηδὲν ὑπερζέσαι τοῦ πιμελεστέρου. διὸ καί φησι, κατάπνιγε τὸ ὑπερζέον ἐπιθεὶς πῶμα: τὸ <γὰρ> κρῖμνον οὕτω φωκτὸν γινόμενον ἀνοιδεῖ. τελευταῖον δὲ πρᾴως χλιαρὸν γενόμενον κοίλοις προσφέρου τοῖς μύστροις. ἀλλὰ μὴν καὶ Ἱππόλοχος ὁ Μακεδὼν ἐν τῇ πρὸς Λυγκέα ἐπιστολῇ, δι᾽ ἧς ἐμφανίζει Μακεδονικόν τι δεῖπνον πολυτελείᾳ τὰ πάντα πανταχοῦ γενόμενα ὑπερβαλόν, μνημονεύει ὡς ἑκάστῳ τῶν δειπνούντων δοθέντων μύστρων χρυσῶν. ἐπεὶ δὲ φιλάρχαιος εἶναι θέλεις καὶ οὐδὲν φὴς φθέγξεσθαι ὃ μὴ τῆς Ἀττικῆς ἐστι φωνῆς, ὦ φίλτατε, τί ἐστιν ὃ λέγει Νικοφῶν ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν τοῖς Χειρογάστορσιν; ἐγὼ γὰρ καὶ τοῦτον εὑρίσκω μνημονεύοντα τῶν μύστρων ὅταν λέγῃ ῾I 779 K':'
ἠὲ κλυτοῦ ὄρνιθος ἐφοπλίζεσθαι ἐδωδήν,
χίδρα μὲν ἐντρίψειας ὑποστρώσας ἐνὶ κοίλοις
ἄγγεσιν, εὐώδει δὲ μιγῇ ἀνάφυρσον ἐλαίῳ.
ζωμὸν δὲ βρομέοντα καταντλας . . . . .
. . . . . . . . . . . πνῖγε δὲ πῶμα
ἀμφιβαλών: φωκτὸν γὰρ ἀνοιδαίνει βαρὺ κρῖμνον.
ἠρέμα δὲ χλιαρὸν κοίλοις ἐκδαίνυσο μύστροις.
μεμβραδοπώλαις, ἀνθρακοπώλαις,τίνες γὰρ ἂν εἶεν οἱ μυστριοπῶλαι <ἀλλ᾽> ἢ οἱ τὰ μύστρα πωλοῦντες; μαθὼν οὖν ἐκ τούτων, ὦ καλέ μου Συραττικέ, τὴν τοῦ μύστρου χρῆσιν ἐμφοροῦ τοῦ χόνδρου, ἵνα μὴ λέγῃς ‘ἄκικύς εἰμι κὠλιγοδρανέω.'
ἰσχαδοπώλαις, διφθεροπώλαις,
ἀλφιτοπώλαις, μυστριοπώλαις,
βιβλιοπώλαις, κοσκινοπώλαις,
ἐγκριδοπώλαις, σπερματοπώλαις.