previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ καὶ Ἔφιππος κωμῳδιοποιὸς ἐν Ναυάγῳ Πλάτωνά τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκωμῴδηκεν ὡς καὶ ἐπ᾽ ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ ὅτι τῆς εὐμορφίας τῶν καθ᾽ ἡμᾶς ἀσελγῶν πλείονα πρόνοιαν ἐποιοῦντο: λέγει δ᾽ οὕτως II 257 K':'
ἔπειτ᾽ ἀναστὰς εὔστοχος νεανίας
τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καὶ
Βρυσωνοθρασυμαχειοληψικερμάτων,
πληγεὶς ἀνάγκῃ ληψολιγομίσθῳ τέχνῃ
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,
εὖ μὲν μαχαίρᾳ ξύστ᾽ ἔχων τριχώματα,
εὖ δ᾽ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,
εὖ δ᾽ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρὸν
κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,
σχῆμ᾽ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ,
ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
ἔλεξεν: ‘ἄνδρες τῆς Ἀθηναίων χθονός.'
μέχρι τούτων ἡμῖν πεπεραιώσθω καὶ ἥδε συναγωγή, φίλτατε Τιμόκρατες. ἑξῆς δὲ ἐροῦμεν περὶ τῶν ἐπὶ τρυφῇ διαβοήτων γενομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: