previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΧΑΛΚΙΔΕΣ καὶ τὰ ὅμοια, θρίσσαι, τριχίδες, ἐρίτιμοι. Ἱκέσιός φησιν: ‘αἱ λεγόμεναι χαλκίδες καὶ οἱ τράγοι καὶ αἱ ῥαφίδες καὶ <αἱ> θρίσσαι ἀχυρώδεις καὶ ἀλιπεῖς καὶ ἄχυλοι. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ p. 237 L':'
χαλκίδες θ᾽ ὕες τε ἱέρακές τε χὠ πίων κύων.
Δωρίων δὲ χαλκιδικὰς αὐτὰς ὀνομάζει. Νουμήνιος δέ φησι fr. 19 B':'
σὺ δ᾽ ἂν καὶ χαλκίδ᾽ ἐκείνην
αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα.
διαφέρει δὲ τῆς χαλκίδος χαλκεύς, οὗ μνημονεύει Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ καὶ Εὐθύδημος ἐν τῷ περὶ ταρίχων λέγων αὐτοὺς γίνεσθαι ἐν τῇ Κυζικηνῶν χώρᾳ περιφερεῖς τε εἶναι καὶ κυκλοειδεῖς. ΘΡΙΣΣΩΝ δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ ἰχθύων p. 298 R' 'ἐν τούτοις: ‘μόνιμα θρίσσα, ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος, τριχίς.' ΤΡΙ- ΧΙΔΩΝ δὲ Εὔπολις ἐν Κόλαξιν I 299 K':'
ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ᾽ ἅπαξ,
ὅτε τἀν Σάμῳ δ᾽ ἦν, ἡμιωβελίου κρέα.
Ἀριστοφάνης Ἱππεῦσι 662':'
αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων καὶ τῆς ποταμίας μέμνηται θρίσσης καὶ τὴν τριχίδα τριχίαν ὀνομάζει. Νικοχάρης Λημνίαις I 772 K':'
τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας
ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς ...
πρημνάδας δὲ τὰς θυννίδας ἔλεγον. Πλάτων Εὐρώπῃ I 611 K':'
ἁλιευόμενός ποτ᾽ αὐτὸν εἷλον ἀνδράχνῃ
μετὰ πρημνάδων κἄπειτ᾽ ἀφῆχ᾽ ὅτι ἦν βόαξ.
ὁμοίως δὲ καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων: ἐν δὲ τῷ ἐπιγραφομένῳ <περὶ> ζωικῶν p. 298 R' 'τριχίδα. τῶν δὲ λεγομένων ἐσθ᾽ ὅτι ἥδεται ὀρχήσει καὶ ᾠδῇ καὶ ἀκούσασα ἀναπηδᾷ ἐκ τῆς θαλάσσης. τῶν δὲ ἐριτίμων μέμνηται Δωρίων <ἐν τῷ περὶ Ἰχθύων> λέγων κατὰ τὸ αὐτὸ ποιεῖν ταῖς χαλκίσιν, ἡδεῖς δ᾽ εἶναι τὰς ἐν ὑποτρίμματι. Ἐπαίνετος δέ [ἐν τῷ περὶ ἰχθύων] φησι: ‘γαλῆν, σμαρίδα, ἢν ἔνιοι καλοῦσι κυνὸς εὐναί, χαλκίδας, ἃς καλοῦσι καὶ σαρδίνους, ἐριτίμους, ἱέρακα, χελιδόνα.' Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων ἱστορίας σαρδίνους αὐτὰς καλεῖ. Καλλίμαχος δ᾽ ἐν ἐθνικαῖς ὀνομασίαις fr. 38 Sch' 'γράφει οὕτως: ‘ἐγκρασίχολος, ἐρίτιμος Χαλκηδόνιοι. τριχίδια, χαλκίς, ἴκταρ, ἀθερίνη.' ἐν ἄλλῳ δὲ μέρει καταλέγων ἰχθύων ὀνομασίας φησίν: ‘ὄζαινα, ὀσμύλιον Θούριοι. ἴωπες, ἐρίτιμοι Ἀθηναῖοι.' τῶν δὲ ἰώπων μνημονεύει Νίκανδρος ἐν β# Οἰταικῶν fr. 18 Sch':'
ὡς δ᾽ ὁπότ᾽ ἀμφ᾽ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
φάγροι σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
Ἀριστοφάνης δ᾽ ἐν Ὁλκάσιν I 500 K':'
κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
τοὺς γὰρ εἰς τὸ ἀπανθρακίζειν ἐπιτηδείους ἰχθῦς εἰς ἅλμην ἀπέβαπτον, ἣν καὶ Θασίαν ἐκάλουν ἅλμην. ὡς καὶ ἐν Σφηξὶν αὐτός φησιν ποιητής 1127':'
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: