previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΙΒΗΡΕΣ δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. ΜΑΣΣΑ- ΛΙΩΤΑΙ δ᾽ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν καὶ τρυφὴν γυναικοπαθοῦντες: ὅθεν καὶ παροιμία παρῆλθεπλεύσειας εἰς Μασσαλίαν.'

καὶ οἱ τὴν ΣΙΡΙΝ δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δ᾽ ὑπὸ Κολοφωνίων ..., ὥς φησι Τίμαιος FHG I 206' 'καὶ Ἀριστοτέλης fr. 534 R',' εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ᾽ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος Il. 16.419' 'τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. καὶ Ἀρχίλοχος δ᾽ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν fr. 21 B4':'

οὐ γάρ τι καλὸς χῶρος οὐδ᾽ ἐφίμερος
οὐδ᾽ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
ὠνομάσθη δ᾽ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπίδης ἐν Δεσμώτιδι [ἢ] Μελανίππῃ fr. 496 N',' ἀπὸ γυναικός τινος Σίριδος: ὡς δ᾽ Ἀρχίλοχος, ἀπὸ ποταμοῦ. οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων. διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν κατὰ τὴν Ἰταλίαν κατοίκησις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: