previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ περὶ τοῦ ἀρχαίου βίου διαλεγόμενοι ὅτι οὐκ ἦν τότε δούλων χρεία τοιάδε ἐκτίθενται: Κρατῖνος μὲν ἐν Πλούτοις I 64 K':'
οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν,
ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ᾽ ἐν ταῖσι
παλαίστραις
Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι.
Κράτης δ᾽ ἐν Θηρίοις I 133 K':'
ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ᾽ οὐδὲ δούλην,
ἀλλ᾽ αὐτὸς αὑτῷ δῆτ᾽ ἀνὴρ γέρων διακονήσει;
Β. οὐ δῆθ᾽: ὁδοιποροῦντα γὰρ τὰ πάντ᾽ ἐγὼ ποιήσω.
Α. τί δῆτα τοῦτ᾽ αὐτοῖς πλέον; Β. πρόσεισιν αὔθ᾽
ἕκαστον
τῶν σκευαρίων, ὅταν καλῇ τι: παρατίθου τράπεζα:
αὕτη παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε.
ἔγχει κύαθε. ποὖσθ᾽ κύλιξ; διάνιζ᾽ ἰοῦσα σαυτήν.
ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα.
ἰχθύ, βάδιζ᾽. ἀλλ᾽ οὐδέπω 'πὶ θάτερ᾽ ὀπτός εἰμι.
οὔκουν μεταστρέψας σεαυτὸν ἁλὶ πάσεις ἀλείφων;
ἑξῆς δὲ μετὰ ταῦτα τὸν ἐναντίον τούτῳ παραλαμβάνων λόγον φησίν:
ἀλλ᾽ ἀντίθες τοι: ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν
τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου,
ἀπὸ τῆς θαλάττης, ὥσθ᾽ ἑκάστῳ ῥεύσεται
εἰς τὴν πύελον: ἐρεῖ δὲ θὔδωρἀνέχετε᾽.
εἶτ᾽ ἁλάβαστος εὐθέως ἥξει μύρου
αὐτόματος σπόγγος τε καὶ τὰ σάνδαλα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: