previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θεόκριτος δ᾽ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων p. 184 Ziegl':'
καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
ἐξ ἁλὸς ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
ὃν λεῦκον καλέουσιν, γάρ θ᾽ ἱερώτατος ἄλλων,
καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
ἔμπλεα.
Διονύσιος δ᾽ ἐπικαλούμενος Ἴαμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως: ‘ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ [τὸν] ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον: ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος. τὸν δ᾽ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει:

ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν,

εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς.' Καλλίμαχος δ᾽ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν fr. 37 Sch':'
μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺν
πέρκας ὅσα τ᾽ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.
ἐν δὲ τοῖς ἐπιγράμμασιν αὐτὸς ποιητής φησιν fr. 72 Sch':'
ἱερὸς δέ τοι, ἱερὸς ὕκης.
ἄλλοι δ᾽ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡςἱερὸν μένος ἈλκινόοιοOd. 8.385 , τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: