previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διοκλῆς δ᾽ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ᾽ ἐν Ἰχθύσι I 683 K':'
λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε:
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι Διοκλῆς κόγχας, πορφύρας, κήρυκας. περὶ δὲ τῶν κηρύκων Ἄρχιππος τάδε λέγει ibid':'
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
Σπεύσιππος δ᾽ ἐν β# Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως fr. 302':'
ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
δυναίμεθ᾽ εὑρεῖν ...
ἔτι Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. Ἀραρὼς δὲ Καμπυλίωνί φησιν II 217 K':'
τὰ κομψὰ <μὲν> δὴ ταῦτα νωγαλεύματα,
κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
Σώφρων δ᾽ ἐν Μίμοις fr. 38 Bo':' ‘τίνες δέ ἐντί ποκα, φίλα, τοιδέ τοι μακραὶ κόγχαι; Β. σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.' τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν Ἀρχιλόχοις I 14 K':'
μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Φιλύλλιος δ᾽ Εὔνικος Ἀριστοφάνης ἐν Πόλεσι I 785 K':'
πουλυπόδειον σηπιδάριον, κάραβον, ἀστακόν,
ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
ἐκ Μιτυλήνης:
αἴρετ᾽ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
πέρκη, κορακῖνοι.
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς FHG 386. 292' 'τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: