previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν οὖν ἑκάστοτε τοιούτων λεγομένων, ἐπεί ποτε ἑσπέρα κατελάμβανεν ἡμᾶς, μέν τις ἔλεγενπαῖ, λυχνίον᾽, δὲ λυχνέα, δὲ λοφνίδα, οὕτω καλεῖσθαι φάσκων τὴν ἐκ τοῦ φλοιοῦ λαμπάδα, δὲ πανόν, ἄλλος δὲ φανόν, δὲ λυχνοῦχον, δὲ λύχνον, καὶ δίμυξον δὲ λύχνον ἕτερος, ἄλλος δὲ ἑλάνην, δέ τις ἑλάνας, τὰς λαμπάδας οὕτω φάσκων καλεῖσθαι παρὰ τὴν ἕλην: οὕτω δ᾽ εἰπεῖν Νεάνθην ἐν α# τῶν περὶ Ἄτταλον Ἱστοριῶν FHG III 4':' καὶ ἄλλος τι δή ποτε, ὡς τάραχον γίνεσθαι οὐ τὸν τυχόντα τῶν ἐπὶ τούτοις πίστεων παρὰ πάντων λεγομένων. Σιληνὸν μὲν γάρ τις τὸν γλωσσογράφον ἔφασκεν Ἀθηναίους λέγειν τὰς λαμπάδας φανούς. Τιμαχίδας δὲ Ῥόδιος δέλετρον τὸν φανὸν καλεῖσθαι, οἷον, φησίν, οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν ... οὓς οὗτοι ἑλάνας καλοῦσιν. Ἀμερίας δὲ γράβιον τὸν φανόν. Σέλευκος δὲ οὕτως ἐξηγεῖται ταύτην τὴν λέξιν: ‘γράβιόν ἐστιν τὸ πρίνινον δρύινον ξύλον, περιεθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας γοῦν Συρακόσιος ἐν Κενταύροις διθυράμβῳ φησίν anth. Bergk. p. 521':'
πίσσα δ᾽ ἀπὸ γραβίων ἔσταζεν,
οἷον ἀπὸ <.... λαμ>πάδων. μν<ημονεύει δὲ> γραβίων κα< Στράττις> ἐν Φοινίσσαις I 726 K'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: