previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐσθιόντων δ᾽ ἡμῶν τὸ τάριχος καὶ πολλῶν ὁρμὴν ἐχόντων ἐπὶ τὸ πιεῖν Δάφνος ἔφη ἀνατείνας τὼ χεῖρε: ‘Ἡρακλείδης Ταραντῖνος, ἄνδρες φίλοι, ἐν τῷ ἐπιγραφομένῳ Συμποσίῳ φησί: ‘ληπτέον σύμμετρον τροφὴν πρὸ τοῦ πίνειν καὶ μάλιστα τὰς εἰθισμένας προπαρατίθεσθαι περιφοράς. ἐκ διαστήματος γὰρ εἰσφερομένας ἐναλλάττειν τὰ ἀπὸ τοῦ οἴνου προσκαθίζοντα τῷ στομάχῳ καὶ δηγμῶν αἴτια καθιστάμενα. οἴονται δέ τινες ταῦτ᾽ εἶναι καὶ κακοστόμαχαλέγω δὴ λαχάνων καὶ ταρίχων γένηδηκτικόν τι κεκτημένα, εὐθετεῖν δὲ τὰ κολλώδη καὶ ἐπιστύφοντα βρώματα, ἀγνοοῦντες ὅτι πολλὰ τῶν τὰς ἐκκρίσεις ποιούντων εὐλύτους ἐκ τῶν ἐναντίων εὐστόμαχα καθέστηκεν: ἐν οἷς ἐστι καὶ τὸ σίσαρον καλούμενον ῾οὗ μνημονεύει Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ p. 219 L',' ἐν Γῇ καὶ Θαλάσσῃ ib. 224',' καὶ Διοκλῆς ἐν α# Ὑγιεινῶν̓, ἀσπάραγος, τεῦτλον τὸ λευκόν ῾τὸ γὰρ μέλαν καθεκτικόν ἐστιν ἐκκρίσεων̓, κόγχαι, σωλῆνες, μύες θαλάττιοι, χῆμαι, κτένες, τάριχος τέλειος καὶ μὴ βρομώδης καὶ ἰχθύων εὐχύλων γένη. προπαρατίθεσθαι δ᾽ ἐστὶν ὠφέλιμον τὴν λεγομένην φυλλίδα καὶ τευτλίον, ἔτι δὲ τάριχος, εἰς τὰς ὁρμὰς εἰς ταῦτα ... μὴ ὁμοίως τῶν πολυτρόφων ἀπολαύειν. τὰς δὲ ἁθρόους ἐν ἀρχῇ πόσεις ἐκκλιτέον: δύσκλητοι γὰρ εἰς τὴν πλείονα τῶν ὑγρῶν προσφοράν.' —‘Μακεδόνες δ᾽, ὥς φησιν Ἔφιππος Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος ταφῆς fr. 1 M',' οὐκ ἠπίσταντο πίνειν εὐτάκτως, ἀλλ᾽ εὐθέως ἐχρῶντο μεγάλαις προπόσεσιν, ὥστε μεθύειν ἔτι παρακειμένων τῶν πρώτων τραπεζῶν καὶ μὴ δύνασθαι τῶν σιτίων ἀπολαύειν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: