previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ κατακλιθέντωνἀλλὰ μήν᾽, Πλούταρχος ἔφη, ‘κατὰ τὸν Φλιάσιον ποιητὴν Πρατίναν fr. 3 B4'.'
οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ᾽ ἄσκαφον ματεύων,
κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓς χλευάζων Ἕρμιππος κωμῳδιοποιὸς ἐν τοῖς Ἰάμβοις φησίν I 246 K':'
εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην:
εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ᾽ ὡραίαν πόλιν.
Ἡρακλεῶται δ᾽ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ κατοικοῦντες, ὥς φησι Νίκανδρος Θυατειρηνός, ὀνομασθῆναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖ συστρατευσαμένων. μνημονεύει δ᾽ αὐτῶν καὶ Σκυθῖνος Τήιος ἐν τῇ ἐπιγραφομένῃ Ἱστορίῃ λέγων οὕτως FHG IV 491':' ‘Ἡρακλῆς λαβὼν Εὔρυτον καὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ᾽ Εὐβοέων. Κυλικρῆνας ἐξεπόρθησε λῃζομένους καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην.' Πολέμων δ᾽ ἐν τῷ πρώτῳ τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν φησιν οὕτως fr. 56 Pr':' ‘τῆς δ᾽ Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρων μεθ᾽ Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δ᾽ Ἀθαμᾶνες, ἀφ᾽ ὧν οἱ τόποι διαμένουσιν: οἷς οὐδὲ τῆς πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτι τοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: