previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιοῦτοι τότ᾽ ἐγένοντο οἱ Ἀθηναῖοι κολακείας θηρίου χαλεπωτάτου λύσσαν ἐμβαλούσης αὐτῶν τῇ πόλει: ἣν μὲν Πύθιος ἑστίαν τῆς Ἑλλάδος ἀνεκήρυξε, πρυτανεῖον δὲ Ἑλλάδος δυσμενέστατος Θεόπομπος φήσας ἐν ἄλλοις FHG I 328' 'πλήρεις εἶναι τὰς Ἀθήνας Διονυσοκολάκων καὶ ναυτῶν καὶ λωποδυτῶν, ἔτι δὲ ψευδομαρτύρων καὶ συκοφαντῶν καὶ ψευδοκλητήρων. οὓς ἐγὼ πείθομαι ὡς ἐπομβρίαν τι δεινὸν ἐκ θεοῦ τὴν προειρημένην πᾶσαν εἰσηγήσασθαι κολακείαν. περὶ ἧς καλῶς Διογένης ἔλεγε πολὺ κρεῖττον εἶναι ἐς κόρακας ἀπελθεῖν ἐς κόλακας, οἳ ζῶντας ἔτι τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν κατεσθίουσι. φησὶ γοῦν καὶ Ἀναξίλας ἐν .... II 274 K':'
οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας
σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον
εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος,
ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
ἔπειθ᾽ μὲν λέμμ᾽ ἐστίν, δ᾽ ἕτερον δάκνει.
Πλάτων τ᾽ ἐν Φαίδρῳ φησί p. 240 b':' ‘κόλακι, δεινῷ θηρίῳ καὶ βλάβῃ μεγάλῃ, ὅμως ἐπέμιξεν φύσις ἡδονήν τινα οὐκ ἄμουσον.' Θεόφραστος δ᾽ ἐν τῷ περὶ κολακείας fr. 83 W' 'φησίν, ὡς Μύρτις Ἀργεῖος Κλεώνυμον τὸν χορευτὴν ἅμα καὶ κόλακα προσκαθίζοντα πολλάκις αὐτῷ καὶ τοῖς συνδικάζουσι, βουλόμενον δὲ καὶ μετὰ τῶν κατὰ τὴν πόλιν ἐνδόξων ὁρᾶσθαι, λαβόμενος τοῦ ὠτὸς καὶ ἕλκων αὐτὸν ἐκ τοῦ συνεδρίου πολλῶν παρόντων εἶπεν: ‘οὐ χορεύσεις ἐνθάδε οὐδ᾽ ἁμῶν ἀκούσει.' Δίφιλος δ᾽ ἐν Γάμῳ φησίν II 547 K':'
γὰρ κόλαξ
καὶ στρατηγὸν καὶ δυνάστην καὶ φίλους καὶ τὰς
πόλεις
ἀνατρέπει λόγῳ κακούργῳ μικρὸν ἡδύνας χρόνον.
νῦν δὲ καὶ καχεξία τις ὑποδέδυκε τοὺς ὄχλους,
αἱ κρίσεις θ᾽ ἡμῶν νοσοῦσι, καὶ τὸ πρὸς χάριν πολύ.
διὸ καὶ Θετταλοὶ καλῶς ποιήσαντες κατέσκαψαν τὴν καλουμένην πόλιν Κολακείαν, ἣν Μηλιεῖς ἐνέμοντο, ὥς φησι Θεόπομπος ἐν τῇ τριακοστῇ FHG I 310'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: