ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς:
‘ἀλλότριόν ἐσθ᾽ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη:
σοφία δ᾽ ἴδιον, κρύσταλλος. οὐθεὶς πώποτε
ταύτην λαβὼν ἀπώλεσ᾽.' ὦ τάλας ἐγώ,
οἵῳ μ᾽ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν.
ἐπαρίστερ᾽ ἔμαθες, ὦ πόνηρε, γράμματα:
ἀντέστροφέν σου τὸν βίον τὰ βιβλία:
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν λόγων.'
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς ταῦτ᾽ οὖν τις
ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν
καλὸν Χρύσιππον κατιδόντα ἀκριβῶς τὴν Ἐπικούρου
φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας
αὐτοῦ τὴν Ἀρχεστράτου Γαστρολογίαν, ἣν πάντες οἱ
τῶν φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν
εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς
καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησὶν ἐκ
τούτων ῾IV 549 M':'
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.